Ancient Greek · ~5 min
Book 2, ΠΕΡΙ ΤΟΥ ΔΥΝΑΜΕΙ ΚΑΙ ΕΝΕΡΓΕΙΑΙ.
Plotinus, Enneades 2.4-4
Not analysed yet
τὰ μὲν οὖν ἄλλα πάντα, ὅσα δυνάμει τί ἐστιν, ἔχει καὶ τὸ ἐνεργείᾳ εἶναι ἄλλο τι, ὃ ἤδη ὂν πρὸς ἄλλο δυνάμει εἶναι λέγεται: περὶ δὲ τῆς λεγομένης εἶναι ὕλης, ἣν πάντα δυνάμει λέγομεν τὰ ὄντα, πῶς ἔστιν εἰπεῖν ἐνεργείᾳ τι τῶν ὄντων εἶναι; ἢ γὰρ οὐ πάντα τὰ ὄντα δυνάμει ἂν εἴη. εἰ οὖν μηδὲν τῶν ὄντων, ἀνάγκη μηδ̓ ὂν αὐτὴν εἶναι. πῶς οὖν ἂν ἐνεργείᾳ τι εἴη μηδὲν τῶν ὄντων οὖσα; ἀλλ̓ οὐδὲν τῶν ὄντων ἂν εἴη τούτων, ἃ γίνεται ἐπ’ αὐτῇ, ἄλλο δέ τι οὐδὲν κωλύει εἶναι, εἴπερ μηδὲ πάντα τὰ ὄντα ἐπὶ τῇ ὕλῃ. εἰ μὲν δὴ οὐδέν ἐστι τούτων τῶν ἐπ’ αὐτῇ, ταῦτα δὲ ὄντα, μὴ ὂν ἂν εἴη. οὐ μὲν δὴ ἀνείδεόν τι φανταζομένη εἶδος ἂν εἴη; οὐ τοίνυν οὐδ̓ ἐν ἐκείνοις ἂν ἀριθμηθείη. μὴ ὂν ἄρα καὶ ταύτῃ ἔσται. ἐπ’ ἄμφω ἄρα μὴ ὂν οὖσα καὶ πλειόνως μὴ ὂν ἔσται. εἰ δὴ πέφευγε μὲν τὴν τῶν ὡς ἀληθῶς ὄντων φύσιν, οὐ δύναται δὲ ἐφικέσθαι οὐδὲ τῶν ψευδῶς λεγομένων εἶναι, ὅτι μηδὲ ἴνδαλμα λόγου ἐστὶν ὡς ταῦτα, ἐν τίνι τῷ εἶναι ἂν ἁλοίη; εἰ δὲ ἐν μηδενὶ τῷ εἶναι, τί ἂν ἐνεργείᾳ εἴη;