Ancient Greek · ~6 min
Book 3, ΠΕΡΙ ΤΟΥ ΕΙΛΗΧΟΤΟΣ ΗΜΑΣ ΔΑΙΜΟΝΟΣ.
Plotinus, Enneades 3.3-4
Not analysed yet
τίς οὖν δαίμων; ὁ καὶ ἐνταῦθα. τίς δὲ θεός; ἢ ὁ ἐνταῦθα: τὸ γὰρ ἐνεργῆσαν τοῦτο ἕκαστον ἄγει, ἅτε καὶ ἐνταῦθα ἡγούμενον. ἆῤ οὖν τοῦτό ἐστιν ὁ δαίμων, ὅσπερ ζῶντα εἰλήχει; ἢ οὔ, ἀλλὰ τὸ πρὸ αὐτοῦ: τοῦτο γὰρ ἐφέστηκεν ἀργοῦν, ἐνεργεῖ δὲ τὸ μετ̓ αὐτό. καὶ εἰ μὲν τὸ ἐνεργοῦν ᾗ αἰσθητικοί, ὁ δαίμων τὸ λογικόν: εἰ δὲ κατὰ τὸ λογικὸν ζῶμεν, ὁ δαίμων τὸ ὑπὲρ τοῦτο ἐφεστὼς ἀργὸς συγχωρῶν τῷ ἐργαζομένῳ. ὀρθῶς οὖν λέγεται ἡμᾶς αἱρήσεσθαι. τὸν γὰρ ὑπερκείμενον κατὰ τὴν ζωὴν αἱρούμεθα. διὰ τί οὖν αὐτὸς ἄγει; ἢ τὸν βιοτεύσαντα οὐκ ἔστιν ἄγειν, ἀλλὰ πρὸ τοῦ μὲν ἄγειν, ὅτε ἔζη, παυσάμενον δὲ τοῦ ζῆν ἄλλῳ παραχωρεῖν τὴν ἐνέργειαν τεθνηκότα τὴν αὑτοῦ κατ̓ ἐνέργειαν ζωήν. ὁ μὲν οὖν ἐθέλει ἄγειν καὶ κρατήσας ζῇ αὐτὸς ἄλλον καὶ αὐτὸς ἔχων δαίμονα: εἰ δὲ βαρύνοιτο τῇ ῥώσει τοῦ χείρονος ἤθους, ἔχει ἐκεῖνος τὴν δίκην. ταύτῃ καὶ ὁ κακὸς ἐπὶ τὸ χεῖρον βρίσαντος πρὸς τὴν ὁμοιότητα τοῦ ἐνεργήσαντος ἐν τῇ ζωῇ εἰς βίον θήρειον. εἰ δὲ ἕπεσθαι δύναιτο τῷ δαίμονι τῷ ἄνω αὑτοῦ, ἄνω γίνεται ἐκεῖνον ζῶν καὶ ἐφ̓ ὃ ἄγεται κρεῖττον μέρος αὑτοῦ ἐν προστασίᾳ θέμενος καὶ μετ̓ ἐκεῖνον ἄλλον ἕως ἄνω. ἔστι γὰρ καὶ πολλὰ ἡ ψυχὴ καὶ πάντα καὶ τὰ ἄνω καὶ τὰ κάτω αὖ μέχρι πάσης ζωῆς καὶ ἐσμὲν ἕκαστος κόσμος νοητός, τοῖς μὲν κάτω συνάπτοντες τῷδε, τοῖς δὲ ἄνω τῷ νοητῷ, καὶ μένομεν τῷ μὲν ἄλλῳ παντὶ νοητῷ ἄνω, τῷ δὲ ἐσχάτῳ αὐτοῦ πεπεδήμεθα τῷ κάτω οἷον ἀπόρροιαν ἀπ̓ ἐκείνου διδόντες εἰς τὸ κάτω, μᾶλλον δὲ ἐνέργειαν, ἐκείνου οὐκ ἐλαττουμένου.