Ancient Greek · ~16 min
Book 3, ΠΕΡΙ ΑΙΩΝΟΣ ΚΑΙ ΧΡΟΝΟΥ
Plotinus, Enneades 3.8.1-2
Not analysed yet
κίνησιν μὲν οὖν οὐχ οἷόν τε οὔτε τὰς συμπάσας λαμβάνοντι κινήσεις καὶ οἷον μίαν ἐκ πασῶν ποιοῦντι, οὔτε τὴν τεταγμένην: ἐν χρόνῳ γὰρ ἡ κίνησις ἑκατέρα ἡ λεγομένη. εἰ δέ τις μὴ ἐν χρόνῳ, πολὺ μᾶλλον ἂν ἀπείη τοῦ χρόνος εἶναι, ὡς ἄλλου ὄντος τοῦ ἐν ᾧ ἡ κίνησις, ἄλλου τῆς κινήσεως αὐτῆς οὔσης. καὶ ἄλλων λεγομένων καὶ λεχθέντων ἂν ἀρκοῖ τοῦτο, ὅτι κίνησις μὲν ἂν καὶ παύσαιτο καὶ διαλείποι, χρόνος δὲ οὔ. εἰ δὲ τὴν τοῦ παντὸς κίνησιν μὴ διαλείπειν τις λέγοι, ἀλλὰ καὶ αὕτη, εἴπερ τὴν περιφορὰν λέγοι, ἐν χρόνῳ τινὶ περιφέροιτ̓ ἂν εἰς τὸ αὐτό, οὐκ ἐν ᾧ τὸ ἥμισυ ἤνυσται, καὶ ὁ μὲν ἂν εἴη ἥμισυς, ὁ δὲ διπλάσιος, κινήσεως τοῦ παντὸς οὔσης ἑκατέρας, τῆς τε εἰς τὸ αὐτὸ ἀπὸ τοῦ αὐτοῦ καὶ τῆς εἰς τὸ ἥμισυ ἡκούσης. καὶ τὸ ὀξυτάτην δὲ καὶ ταχίστην λέγειν τὴν τῆς ἐξωτάτης σφαίρας κίνησιν μαρτυρεῖ τῷ λόγῳ: ὥστε ἕτερον ἡ κίνησις αὐτῆς καὶ ὁ χρόνος. ταχίστη γὰρ πασῶν δηλονότι τῷ ἐλάττονι χρόνῳ τὸ μεῖζον καὶ τὸ μέγιστον διάστημα ἀνύειν: τὰ δ̓ ἄλλα βραδύτερα τῷ ἐν πλείονι ἀνύειν καὶ μέρος αὐτοῦ. εἰ τοίνυν μηδ̓ ἡ κίνησις τῆς σφαίρας ὁ χρόνος, σχολῇ γ̓ ἂν ἡ σφαῖρα αὐτή, ἣ ἐκ τοῦ κινεῖσθαι ὑπενοήθη χρόνος εἶναι. ἆῤ οὖν κινήσεώς τι; εἰ μὲν διάστημα, πρῶτον μὲν οὐ πάσης κινήσεως τὸ αὐτό, οὐδὲ τῆς ὁμοειδοῦς: θᾶττον γὰρ καὶ βραδύτερον ἡ κίνησις καὶ ἡ ἐν τόπῳ. καὶ εἶεν ἂν ἄμφω μετρούμεναι αἱ διαστάσεις ἑνὶ ἑτέρῳ, ὃ δὴ ὀρθότερον ἄν τις εἴποι χρόνον. ποτέρας δὲ αὐτῶν τὸ διάστημα χρόνος, μᾶλλον δὲ τίνος αὐτῶν ἀπείρων οὐσῶν; εἰ δὲ τῆς τεταγμένης, οὐ πάσης μὲν οὐδὲ τῆς τοιαύτης: πολλαὶ γὰρ αὗται: ὥστε καὶ πολλοὶ χρόνοι ἅμα ἔσονται. εἰ δὲ τῆς τοῦ παντὸς διάστημα, εἰ μὲν τὸ ἐν αὐτῇ τῇ κινήσει διάστημα, τί ἂν ἄλλο ἢ ἡ κίνησις ἂν εἴη; τοσήδε μέντοι: τὸ δὲ τοσόνδε τοῦτο ἤτοι τῷ τόπῳ, ὅτι τοσόσδε ὃν διεξῆλθε, μετρηθήσεται, καὶ τὸ διάστημα τοῦτο ἔσται: τοῦτο δὲ οὐ χρόνος, ἀλλὰ τόπος ἢ αὐτὴ ἡ κίνησις τῇ συνεχείᾳ αὑτῆς καὶ τῷ μὴ εὐθὺς πεπαῦσθαι, ἀλλ̓ ἐπιλαμβάνειν ἀεί, τὸ διάστημα ἕξει. ἀλλὰ τοῦτο τὸ πολὺ τῆς κινήσεως ἂν εἴη: καὶ εἰ μὲν εἰς αὐτήν τις βλέπων ἀποφανεῖται πολλήν, ὥσπερ ἂν εἴ τις πολὺ τὸ θερμὸν λέγοι, οὐδὲ ἐνταῦθα χρόνος φανεῖται οὐδὲ προσπίπτει, ἀλλὰ κίνησις πάλιν καὶ πάλιν, ὡσπερεὶ ὕδωρ ῥέον πάλιν καὶ πάλιν, καὶ τὸ ἐπ’ αὐτοῦ διάστημα θεωρούμενον. καὶ τὸ μὲν πάλιν καὶ πάλιν ἔσται ἀριθμός, ὥσπερ δυὰς ἢ τριάς, τὸ δὲ διάστημα τοῦ ὄγκου. οὕτως οὖν καὶ πλῆθος κινήσεως ὡς δεκάς, ἢ ὡς τὸ ἐπιφαινόμενον τῷ οἷον ὄγκῳ τῆς κινήσεως διάστημα, ὃ οὐκ ἔχει ἔννοιαν χρόνου, ἀλλὰ ἔσται τὸ τοσόνδε τοῦτο γενόμενον ἐν χρόνῳ, ἢ ὁ χρόνος οὐκ ἔσται πανταχοῦ, ἀλλ̓ ἐν ὑποκειμένῳ τῇ κινήσει, συμβαίνει τε πάλιν αὖ κίνησιν τὸν χρόνον λέγειν: οὐ γὰρ ἔξω αὐτῆς τὸ διάστημα, ἀλλὰ κίνησις οὐκ ἀθρόα. τὸ δὲ μὴ ἀθρόον, εἰ τὸ ἀθρόον ἐν χρόνῳ, τίνι διοίσει τοῦ ἀθρόου, ἢ τῷ ἐν χρόνῳ; ὥστε ἡ διεστῶσα κίνησις καὶ τὸ διάστημα αὐτῆς οὐκ αὐτὸ χρόνος, ἀλλ̓ ἐν χρόνῳ. εἰ δὲ τὸ διάστημα τῆς κινήσεως λέγοι τις χρόνον, οὐ τὸ αὐτῆς τῆς κινήσεως, ἀλλὰ παῤ ὃ αὐτὴ ἡ κίνησις τὴν παράτασιν ἔχει οἷον συμπαραθέουσα ἐκείνῳ: τί δὲ τοῦτό ἐστιν οὐκ εἴρηται. δῆλον γάρ, ὅτι τοῦτό ἐστιν ὁ χρόνος, ἐν ᾧ γέγονεν ἡ κίνησις. τοῦτο δ̓ ἦν ὃ ἐξ ἀρχῆς ἐζήτει ὁ λόγος, τί ὤν ἐστιν ὁ χρόνος ἐπεὶ ὅμοιόν τε γίνεται καὶ ταὐτὸ οἷον εἴ τις ἐρωτηθεὶς τί ἐστι χρόνος, λέγοι κινήσεως διάστημα ἐν χρόνῳ. τί οὖν ἐστι τοῦτο τὸ διάστημα, ὃ δὴ χρόνον καλεῖ ὁ τῆς κινήσεως τοῦ οἰκείου διαστήματος ἔξω τιθέμενος; καὶ γὰρ αὖ καὶ ἐν αὐτῇ ὁ τιθέμενος τῇ κινήσει τὸ διάστημα τὴν τῆς ἠρεμίας διάστασιν ποῖ θήσεται, ἄπορος ἔσται. ὅσον γὰρ κινεῖταί τι, τοσοῦτον ἂν σταίη καὶ ἄλλο, καὶ εἴποις ἂν τὸν χρόνον ἑκατέρου τὸν αὐτὸν εἶναι, ὡς ἄλλον δηλονότι ἀμφοῖν ὄντα. τί οὖν ἐστι καὶ τίνα φύσιν ἔχει τοῦτο τὸ διάστημα; ἐπείπερ τοπικὸν οὐχ οἷόν τε: ἐπεὶ καὶ τοῦτό γε ἔξωθέν ἐστιν.