Ancient Greek · ~13 min
Book 4, ΠΕΡΙ ΨΥΧΗΣ ΑΠΟΡΙΩΝ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 4.26.1
Not analysed yet
εἰ μὲν οὖν τὸ συναμφότερόν ἐστιν ἐν ταῖς αἰσθήσεσι ταῖς κατ̓ ἐνέργειαν, δεῖ τὸ αἰσθάνεσθαι τοιοῦτον εἶναι. διὸ καὶ κοινὸν λέγεται, οἷον τὸ τρυπᾶν καὶ τὸ ὑφαίνειν, ἵνα κατὰ μὲν τὸν τεχνίτην ἡ ψυχὴ ᾖ ἐν τῷ αἰσθάνεσθαι, κατὰ δὲ τὸ ὄργανον τὸ σωμα, τοῦ μὲν σώματος πασχοντος καὶ ὑπηρετοῦντος, τῆς δὲ ψυχῆς παραδεχομένης τὴν τύπωσιν τὴν τοῦ σώματος, ἢ τὴν διὰ τοῦ σώματος, ἢ τὴν κρίσιν, ἣν ἐποιήσατο ἐκ τοῦ παθήματος τοῦ σώματος: οὗ δὴ ἡ μὲν αἴσθησις οὕτω κοινὸν ἔργον λέγοιτο ἄν, ἡ δὲ μνήμη οὐκ ἀναγκάζοιτο τοῦ κοινοῦ εἶναι τῆς ψυχῆς ἤδη παραδεξαμένης τὸν τύπον καὶ ἢ φυλαξάσης ἢ ἀποβαλούσης αὐτόν: εἰ μή τις τεκμαίροιτο κοινὸν καὶ τὸ μνημονεύειν εἶναι ἐκ τοῦ ταῖς κράσεσι τῶν σωμάτων καὶ μνημονικοὺς καὶ ἐπιλήσμονας ἡμᾶς γίνεσθαι. ἀλλὰ καὶ ὣς κωλυτικὸν ἂν ἢ οὐ κωλυτικὸν λέγοιτο τὸ σῶμα γίνεσθαι, τῆς δὲ ψυχῆς τὸ μνημονεύειν οὐχ ἧττον εἴη. τῶν δὲ δὴ μαθήσεων πῶς τὸ κοινόν, ἀλλ̓ οὐχ ἡ ψυχὴ ἡ μνημονεύουσα ἔσται; εἰ δὲ τὸ ζῷον συναμφότερον οὕτως, ὡς ἕτερον ἐξ ἀμφοῖν εἶναι, πρῶτον μὲν ἄτοπον μήτε σῶμα μήτε ψυχὴν τὸ ζῷον λέγειν: οὐ γὰρ δὴ μεταβαλόντων ἀμφοτέρων ἕτερόν τι ἔσται τὸ ζῷον οὐδ̓ αὖ κραθέντων, ὡς δυνάμει τὴν ψυχὴν ἐν τῷ ζῴῳ εἶναι: ἐπεὶ καὶ οὕτως οὐδὲν ἧττον τῆς ψυχῆς τὸ μνημονεύειν ἔσται, ὥσπερ ἐν οἰνομέλιτος κράσει εἴ τι γλυκάζει, παρὰ τοῦ μέλιτος τοῦτο ἔσται. τί οὖν, εἰ αὐτὴ μὲν μνημονεύει, τῷ δὲ ἐν σώματι εἶναι τῷ μὴ καθαρὰ εἶναι, ἀλλ̓ ὥσπερ ποιωθεῖσα, ἀναμάττεσθαι δύναται τοὺς τῶν αἰσθητῶν τύπους καὶ τῷ οἷον ἕδραν ἐν τῷ σώματι πρὸς τὸ παραδέχεσθαι καὶ μὴ ὥσπερ παραρρεῖν; ἀλλὰ πρῶτον μὲν οἱ τύποι οὐ μεγέθη, οὐδ̓ ὥσπερ αἱ ἐνσφραγίσεις οὐδ̓ ἀντερείσεις ἢ τυπώσεις, ὅτι μηδ̓ ὠθισμός, μηδ̓ ὥσπερ ἐν κηρῷ, ἀλλ̓ ὁ τρόπος οἷον νόησις καὶ ἐπὶ τῶν αἰσθητῶν. ἐπὶ δὲ τῶν νοήσεων τίς ἡ ἀντέρεισις λέγοιτο ἄν; ἢ τί δεῖ σώματος ἢ ποιότητος σωματικῆς μεθ̓ ἧς; ἀλλὰ μὴν καὶ τῶν αὐτῆς κινημάτων ἀνάγκη μνήμην αὐτῇ γίνεσθαι, οἷον ὧν ἐπεθύμησε καὶ ὧν οὐκ ἀπήλαυσεν οὐδὲ ἦλθεν εἰς σῶμα τὸ ἐπιθυμητόν. πῶς γὰρ ἂν εἴποι τὸ σῶμα περὶ ὧν οὐκ ἦλθεν εἰς αὐτό; ἢ πῶς μετὰ σώματος μνημονεύσει, ὃ μὴ πέφυκε γινώσκειν ὅλως τὸ σῶμα; ἀλλὰ τὰ μὲν λεκτέον εἰς ψυχὴν λήγειν, ὅσα διὰ σώματος, τὰ δὲ ψυχῆς εἶναι μόνης, εἰ δεῖ τὴν ψυχὴν εἶναί τι καὶ φύσιν τινὰ καὶ ἔργον τι αὐτῆς. εἰ δὲ τοῦτο, καὶ ἔφεσιν καὶ μνήμην τῆς ἐφέσεως ἄρα καὶ τῆς τεύξεως καὶ τῆς οὐ τεύξεως, ἐπείπερ καὶ ἡ φύσις αὐτῆς οὐ τῶν ῥεόντων. εἰ γὰρ μὴ τοῦτο, οὐδὲ συναίσθησιν οὐδὲ παρακολούθησιν δώσομεν οὐδέ τινα σύνθεσιν καὶ οἷον σύνεσιν. οὐ γὰρ δὴ οὐδὲν ἔχουσα τούτων ἐν τῇ φύσει αὐτῆς ταῦτα κομίζεται ἐν σώματα, ἀλλ̓ ἐνεργείας μέν τινας ἴσχει ὧν ἔργων δεῖται ἡ ἐπιτέλεσις ὀργάνων, τῶν δὲ τὰς δυνάμεις ἥκει φέρουσα, τῶν δὲ καὶ τὰς ἐνεργείας. τὸ δὲ τῆς μνήμης καὶ τὸ σῶμα ἐμπόδιον ἔχει: ἐπεὶ καὶ νῦν προστιθεμένων τινῶν λήθη, ἐν δ̓ ἀφαιρέσει καὶ καθάρσει ἀνακύπτει πολλάκις ἡ μνήμη. μονῆς δὲ οὔσης αὐτῆς ἀνάγκη τὴν τοῦ σώματος φύσιν κινουμένην καὶ ῥέουσαν λήθης αἰτίαν, ἀλλ̓ οὐ μνήμης εἶναι: διὸ καὶ ὁ τῆς λήθης ποταμὸς οὕτως ἂν ὑπονοοῖτο. ψυχῆς μὲν δὴ ἔστω τὸ πάθημα τοῦτο.