Ancient Greek · ~6 min
Book 5, ΟΤΙ ΟΥΚ ΕΞΩ ΤΟΥ ΝΟΥ ΤΑ ΝΟΗΤΑ ΚΑΙ ΠΕΡΙ ΤΑΓΑΘΟΥ.
Plotinus, Enneades 5.10-2
Not analysed yet
ἀλλὰ σὺ μή μοι δἰ ἑτέρων αὐτὸ ὅρα: εἰ δὲ μή, ἴχνος ἂν ἴδοις, οὐκ αὐτό: ἀλλ̓ ἐννόει, τί ἂν εἴη τοῦτο, ὃ ἔστι λαβεῖν ἐφ̓ ἑαυτοῦ ὂν καθαρὸν οὐδενὶ μιγνύμενον, μετεχόντων ἁπάντων αὐτοῦ μηδενὸς ἔχοντος αὐτό: ἄλλο μὲν γὰρ οὐδὲν τοιοῦτον, δεῖ δέ τι τοιοῦτον εἶναι. τίς ἂν οὖν τὴν δύναμιν αὐτοῦ ἕλοι ὁμοῦ πᾶσαν; εἰ γὰρ ὁμοῦ πᾶσαν, τί ἄν τις αὐτοῦ διαφέροι; κατὰ μέρος ἄρα. ἀλλὰ προσβαλεῖς μὲν ἀθρόως ὁ προσβάλλων, ὅλον δὲ οὐκ ἀπαγγελεῖς: εἰ δὲ μή, νοῦς νοῶν ἔσῃ, κἂν τύχῃς, ἐκεῖνός σε ἐκφεύξεται, μᾶλλον δὲ σὺ αὐτόν. ἀλλ̓ ὅταν μὲν ὁρᾷς, ὅλον βλέπε: ὅταν δὲ νοῇς, ὅ τι ἂν μνημονεύσῃς αὐτοῦ, νόει ὅτι τἀγαθόν. ζωῆς γὰρ ἔμφρονος καὶ νοερᾶς αἴτιος δύναμις ὤν, ἀφ̓ οὗ ζωὴ καὶ νοῦς, ὅτι οὐσίας καὶ τοῦ ὄντος, ὅτι ἕν: ἁπλοῦν γὰρ καὶ πρῶτον, ὅτι ἀρχή. ἀπ̓ αὐτοῦ γὰρ πάντα: ἀπ̓ αὐτοῦ κίνησις ἡ πρώτη, οὐκ ἐν αὐτῷ, ἀπ̓ αὐτοῦ στάσις, ὅτι αὐτὸς μὴ ἐδεῖτο: οὐ γὰρ κινεῖται οὐδ̓ ἕστηκεν: οὐδὲ γὰρ εἶχεν οὔτε ἐν ᾧ στήσεται, οὔτε ἐν ᾧ κινηθήσεται: περὶ τί γὰρ ἢ πρὸς τί ἢ ἐν τίνι; πρῶτος γὰρ αὐτός. ἀλλ̓ οὐδὲ πεπερασμένος εἶναι: ὑπὸ τίνος γάρ; ἀλλ̓ οὐδ̓ ἄπειρος, ὡς μέγεθος: ποῖ γὰρ ἔδει προελθεῖν αὐτόν; ἢ ἵνα τί γένηται αὐτῷ οὐδενὸς δεομένῳ; τὸ δ̓ ἄπειρον ἡ δύναμις ἔχει: οὐ γὰρ ἄλλως ποτὲ οὐδ̓ ἐπιλείψει, ὅπου καὶ τὰ μὴ ἐπιλείποντα δἰ αὐτόν.