Ancient Greek · ~8 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 6.13
Not analysed yet
περὶ δὲ τοῦ ποτὲ ὧδε ἐπισκεπτέον: εἰ τὸ χθὲς καὶ αὔριον καὶ πέρυσι καὶ τὰ τοιαῦτα μέρη χρόνου, διὰ τί οὐκ ἐν τῷ αὐτῷ ἔσται καὶ ταῦτα, ἐν ᾧπερ καὶ ὁ χρόνος; ἐπεὶ καὶ τὸ ἦν καὶ τὸ ἔστι καὶ τὸ ἔσται, εἴδη ὄντα χρόνου, δίκαιον δήπου ἐν ᾧ ὁ χρόνος τετάχθαι. λέγεται δὲ τοῦ ποσοῦ ὁ χρόνος: ὥστε τί δεῖ κατηγορίας ἄλλης; εἰ δὲ λέγοιεν, ὡς οὐ μόνον χρόνος τὸ ἦν καὶ ἔσται, καὶ τὸ χθὲς καὶ τὸ πέρυσι, τὰ ὑπὸ τὸ ἦν —ὑποβεβλῆσθαι γὰρ δεῖ ταῦτα τῷ ἦν —ἀλλ̓ οὐ νῦν μόνον χρόνος, ἀλλὰ ποτὲ χρόνος, πρῶτον μὲν ἔσται, εἰ τὸ ποτὲ χρόνος, χρόνος: ἔπειτα, εἰ χρόνος παρεληλυθὼς τὸ χθές, σύνθετόν τι ἔσται, εἰ ἕτερον τὸ παρεληλυθὸς καὶ ἕτερον ὁ χρόνος: δύο οὖν κατηγορίαι καὶ οὐχ ἁπλοῦν. εἰ δὲ τὸ ἐν χρόνῳ φήσουσι τὸ ποτὲ εἶναι, ἀλλ̓ οὐ χρόνον, τοῦτο τὸ ἐν χρόνῳ εἰ μὲν τὸ πρᾶγμα λέγουσιν, οἷον Σωκράτης ὅτι πέρυσιν ἦν, ὁ μὲν Σωκράτης ἔξωθεν ἂν εἴη, καὶ οὐχ ἕν τι λέγουσιν. ἀλλὰ Σωκράτης ἢ ἡ πρᾶξις ἐν τούτῳ τῷ χρόνῳ τί ἂν εἴη ἢ ἐν μέρει τοῦ χρόνου; εἰ δ̓ ὅτι μέρος χρόνου λέγουσι, καὶ καθ̓ ὅ τι μέρος ἀξιοῦσι μὴ χρόνον ἁπλῶς τι λέγειν, ἀλλὰ μέρος χρόνου παρεληλυθός, πλείω ποιοῦσι, καὶ τὸ μέρος ᾗ μέρος πρός τι ὂν προσλαμβάνουσι καὶ τὸ παρεληλυθὸς ἐγκείμενόν τι αὐτοῖς ἔσται ἢ τὸ αὐτὸ τῷ ἦν, ὃ ἦν εἶδος χρόνου. ἀλλ̓ εἰ τῷ ἀόριστον μὲν εἶναι τὸ ἦν, τὸ δὲ χθὲς καὶ τὸ πέρυσιν ὡρίσθαι, πρῶτον μὲν τὸ ἦν που τάξομεν: ἔπειτα τὸ χθὲς ἔσται ἦν ὡρισμένον: ὥστε ἔσται ὡρισμένος χρόνος τὸ χθές. τοῦτο δὲ ποσός τις χρόνος: ὥστε, εἰ χρόνος ποσόν, ποσὸν ὡρισμένον ἕκαστον τούτων ἔσται. εἰ δέ, ὅταν λέγωσι χθές, τοῦτο λέγουσιν, ὡς ἐν χρόνῳ παρεληλυθότι ὡρισμένῳ γέγονε τόδε, ἔτι πλείω καὶ μᾶλλον λέγουσιν: ἔπειτα, εἰ δεῖ ἐπεισάγειν ἄλλας κατηγορίας τῷ ἕτερον ἐν ἑτέρῳ ποιεῖν, ὡς ἐνταῦθα τὸ ἐν χρόνῳ, ἄλλας πολλὰς ἀνευρήσομεν ἀπὸ τοῦ ποιεῖν ἄλλο ἐν ἄλλῳ. λεχθήσεται δὲ σαφέστερον ἐν τοῖς ἑξῆς τοῖς περὶ τοῦ ποῦ.