Ancient Greek · ~6 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΠΡΩΤΟΝ.
Plotinus, Enneades 6.14
Not analysed yet
ʽτ̔ὸ δὲ ποῦ ἐν Λυκείῳ καὶ ἐν Ἀκαδημίᾳ. ʼ ἡ μὲν οὖν Ἀκαδημία καὶ τὸ Λύκειον πάντως τόποι καὶ μέρη τόπου, ὥσπερ τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ ὡδὶ εἴδη ἢ μέρη: διαφέρει δέ, ὅτι ἀφωρισμένως μᾶλλον. εἰ οὖν τὸ ἄνω καὶ τὸ κάτω καὶ τὸ μέσον τόποι, οἷον Δελφοὶ τὸ μέσον, καὶ τὸ παρὰ τὸ μέσον, οἷον Ἀθῆναι καὶ Λύκειον δὴ καὶ τὰ ἄλλα, τί δεῖ ἔτι παρὰ τὸν τόπον ζητεῖν ἡμᾶς καὶ ταῦτα λέγοντας τόπον ἐφ̓ ἑκάστου τούτων σημαίνειν; εἰ δὲ ἄλλο ἐν ἄλλῳ λέγομεν, οὐχ ἓν λέγομεν οὐδὲ ἁπλοῦν λέγομεν. ἔπειτα, εἰ τοῦτον ἐνταῦθα λέγομεν, σχέσιν τινὰ γεννῶμεν τοῦδε ἐν τῷδε καὶ τοῦ δεξαμένου πρὸς ὃ ἐδέξατο: διὰ τί οὖν οὐ πρός τι, εἰ ἐκ τῆς ἑκατέρου πρὸς ἑκάτερον σχέσεως ἀπεγεννήθη τι; εἶτα διαφέρει τὸ ὧδε τοῦ Ἀθήνησιν; ἀλλὰ τὸ ὧδε τὸ δεικτικὸν τόπον φήσουσι σημαίνειν: ὥστε καὶ τὸ Ἀθήνησιν: ὥστε τοῦ τόπου τὸ Ἀθήνησιν. εἶτα, εἰ τὸ Ἀθήνησι τοῦτ̓ ἔστι τὸ ἐν Ἀθήναις ἐστί, πρὸς τῷ τόπῳ καὶ τὸ ἔστι προσκατηγορεῖται: δεῖ δὲ οὔ: ὥσπερ οὐδὲ τὸ ποιότης ἐστίν, ἀλλὰ τὸ ποιότης μόνον. πρὸς δὲ τούτοις, εἰ δεῖ τὸ ἐν χρόνῳ ἄλλο καὶ τὸ ἐν τόπῳ ἄλλο παρὰ χρόνον καὶ τόπον, διὰ τί οὐ καὶ τὸ ἐν ἀγγείῳ ἄλλην κατηγορίαν ποιήσει; καὶ τὸ ἐν ὕλῃ ἄλλο, καὶ τὸ ἐν ὑποκειμένῳ ἄλλο, καὶ τὸ ἐν ὅλῳ μέρος καὶ τὸ ὅλον ἐν μέρεσι, καὶ γένος ἐν εἴδεσι καὶ εἶδος ἐν γένει; καὶ οὕτως ἡμῖν πλείους αἱ κατηγορίαι ἔσονται.