Ancient Greek · ~12 min
Book 6, ΠΕΡΙ ΤΩΝ ΓΕΝΩΝ ΤΟΥ ΟΝΤΟΣ ΤΡΙΤΟΝ.
Plotinus, Enneades 6.21.1-2
Not analysed yet
περὶ δὲ κινήσεως, εἰ δεῖ γένος θέσθαι, ὧδ̓ ἄν τις θεωρήσειε: πρῶτον μέν, εἰ μὴ εἰς ἄλλο γένος ἀνάγειν προσῆκεν, ἔπειτα, εἰ μηδὲν ἄνωθεν αὐτῆς ἐν τῷ τί ἐστι κατηγοροῖτο, εἶτα, εἰ πολλὰς διαφορὰς λαβοῦσα εἴδη ποιήσει, εἰς ποῖόν τις γένος αὐτὴν ἀνάξει; οὔτε γὰρ οὐσία οὔτε ποιότης τῶν ἐχόντων αὐτήν: οὐ μὴν οὐδ̓ εἰς τὸ ποιεῖν: καὶ γὰρ ἐν τῷ πάσχειν πολλαὶ κινήσεις: οὐδ̓ αὖ εἰς τὸ πάσχειν, ὅτι πολλαὶ κινήσεις ποιήσεις: ποιήσεις δὲ καὶ πείσεις εἰς ταύτην. οὐδ̓ αὖ εἰς τὸ πρός τι ὀρθῶς, ὅτι τινὸς ἡ κίνησις καὶ οὐκ ἐφ̓ αὑτῆς οὕτω γὰρ ἂν καὶ τὸ ποιὸν ἐν τῷ πρός τι: τινὸς γὰρ ἡ ποιότης καὶ ἔν τινι: καὶ τὸ ποσὸν ὡσαύτως. εἰ δ̓ ὅτι ὄντα ἐκεῖνά τινα, κἄν τινος ᾖ, καθ̓ ὅ ἐστι τὸ μὲν ποιότης, τὸ δὲ ποσότης εἴρηται: τὸν αὐτὸν τρόπον, ἐπειδή, κἄν τινος ἡ κίνησις ᾖ, ἔστι τι πρὸ τοῦ τινὸς εἶναι, ὃ ἔστιν ἐφ̓ αὑτοῦ ληπτέον ἂν εἴη. ὅλως γὰρ πρός τι δεῖ τίθεσθαι οὐχ ὅ ἐστιν, εἶτ̓ ἄλλου ἐστίν, ἀλλ̓ ὃ ἡ σχέσις ἀπογεννᾷ οὐδενὸς ὄντος ἄλλου παρὰ τὴν σχέσιν καθ̓ ὃ λέγεται, οἷον τὸ διπλάσιον καθ̓ ὃ λέγεται διπλάσιον ἐν τῇ πρὸς τὸ πηχυαῖον παραβολῇ τὴν γένεσιν λαβὸν καὶ τὴν ὑπόστασιν οὐδὲν νοούμενον πρὸ τούτου ἐν τῷ πρὸς ἕτερον παραβεβλῆσθαι ἔσχε τοῦτο λέγεσθαί τε καὶ εἶναι. τί οὖν ἐστι τοῦτο, ὃ ἑτέρου ὄν ἐστί τι, ἵνα καὶ ἑτέρου ᾖ, ὡς τὸ ποιὸν καὶ τὸ ποσὸν καὶ ἡ οὐσία; ἢ πρότερον, ὅτι μηδὲν πρὸ αὐτοῦ ὡς γένος κατηγορεῖται, ληπτέον. ἀλλ̓ εἰ τὴν μεταβολὴν λέγοι τις πρὸ κινήσεως εἶναι, πρῶτον μὲν ἢ ταὐτὸν λέγει ἢ γένος λέγων ἐκεῖνο ποιήσει ἕτερον παρὰ τὰ πρόσθεν εἰρημένα: εἶτα δῆλον, ὅτι ἐν εἴδει τὴν κίνησιν θήσεται καί τι ἕτερον ἀντιθήσει τῇ κινήσει τὴν γένεσιν ἴσως, μεταβολήν τινα κἀκείνην λέγων, κίνησιν δὲ οὔ. διὰ τί οὖν οὐ κίνησις ἡ γένεσις; εἰ μὲν γάρ, ὅτι μήπω ἐστὶ τὸ γινόμενον, κίνησις δὲ οὐ: περὶ τὸ μὴ ὄν, οὐδ̓ ἂν μεταβολὴ δηλονότι ἂν εἴη ἡ γένεσις: εἰ δ̓ ὅτι ἡ γένεσίς ἐστιν οὐδὲν ἄλλο ἢ ἀλλοίωσίς τις καὶ αὔξη τῷ ἀλλοιουμένων τινῶν καὶ αὐξομένων τὴν γένεσιν εἶναι, τὰ πρὸ τῆς γενέσεως λαμβάνει. δεῖ δὲ τὴν γένεσιν ἐν τούτοις ἕτερόν τι εἶδος λαβεῖν: οὐ γὰρ ἐν τῷ ἀλλοιοῦσθαι παθητικῶς τὸ γίνεσθαι καὶ ἡ γένεσις, οἷον θερμαίνεσθαι ἢ λευκαίνεσθαι: ἔστι γὰρ τούτων γενομένων μήπω τὴν ἁπλῶς γένεσιν γεγενῆσθαι, ἀλλὰ τῷ γίνεσθαι αὐτὸ τοῦτο τὸ ἠλλοιῶσθαι: ἀλλ̓ ὅταν ζῷον ἢ φυτόν, ὅταν εἶδός τι λαμβάνῃ. εἴποι δ̓ ἄν τις τὴν μεταβολὴν μᾶλλον ἁρμόττειν ἐν εἴδει τίθεσθαι ἢ τὴν κίνησιν, ὅτι τὸ μὲν τῆς μεταβολῆς ἄλλο ἀνθ̓ ἑτέρου ἐθέλει σημαίνειν, τὸ δὲ τῆς κινήσεως ἔχει καὶ τὴν ἐκ τοῦ οἰκείου μετάστασιν, ὥσπερ ἡ τοπικὴ κίνησις: εἰ δὲ μὴ τοῦτο βούλεταί τις, ἀλλ̓ ἡ μάθησις καὶ ἡ κιθάρισις, ἢ ὅλως ἡ ἀφ̓ ἕξεως κίνησις: ὥστε εἶδός τι ἂν εἴη κινήσεως μᾶλλον ἡ ἀλλοίωσις ἐκστατική τις οὖσα κίνησις.