Ancient Greek · ~7 min
Book 6, ΠΕΡΙ ΤΟΥ ΠΩΣ ΤΟ ΠΛΗΘΟΣ ΤΩΝ ΙΔΕΩΝ ΥΠΕΣΤΗ
Plotinus, Enneades 6.27-2
Not analysed yet
ἀλλὰ τίνος γενομένου ἑκάστῳ τὸ αὑτῷ προσῆκον ἔχει; ἢ εἴδους τινὸς φήσομεν: καὶ γὰρ τῇ ὕλῃ εἶδος, καὶ ψυχῇ ἡ ἀρετὴ εἶδος. ἀλλὰ τὸ εἶδος τοῦτο ἆρά γε τῷ οἰκεῖον εἶναι ἀγαθόν ἐστιν ἐκείνῳ, καὶ ἡ ἔφεσις πρὸς τὸ οἰκεῖον; ἢ οὔ: καὶ γὰρ τὸ ὅμοιον οἰκεῖον, κἂν ἐθέλῃ αὐτὸ καὶ χαίρῃ τῷ ὁμοίῳ, οὔπω τὸ ἀγαθὸν ἔχει: ἀλλ̓ οὐκ οἰκεῖον φήσομεν ἀγαθὸν εἰπόντες εἶναι. ἢ φατέον τοῦ οἰκείου τῷ κρείττονι κρίνειν δεῖ καὶ τῷ βελτίονι αὐτοῦ, πρὸς ὃ δυνάμει ἐστίν. ὂν γὰρ δυνάμει πρὸς ὃ ἔστιν ἐνδεές ἐστιν αὐτοῦ, οὗ δὲ ἐνδεές ἐστι κρείττονος ὄντος, ἀγαθόν ἐστιν αὐτῷ ἐκεῖνο. ἡ δὲ ὕλη πάντων ἐνδεέστατον καὶ τὸ ἔσχατον εἶδος προσεχὲς αὐτῇ: μετ̓ αὐτὴν γὰρ πρὸς τὸ ἄνω. εἰ δὲ δὴ καὶ αὐτὸ αὑτῷ ἀγαθόν ἐστι, πολὺ μᾶλλον ἂν εἴη ἀγαθὸν αὐτῷ ἡ τελειότης αὐτοῦ καὶ τὸ εἶδος καὶ τὸ κρεῖττον αὐτοῦ, καὶ τῇ ἑαυτοῦ φύσει ὂν τοιοῦτον καὶ αὐτῷ, ὅτι καὶ αὐτὸ ἀγαθὸν ποιεῖ. ἀλλὰ διὰ τί αὐτῷ ἀγαθὸν ἔσται; ἆῤ ὅτι οἰκειότατον αὐτῷ; ἢ οὔ: ἀλλ̓ ὅτι ἐστί τις ἀγαθοῦ μοῖρα. διὸ καὶ μᾶλλον οἰκείωσις πρὸς αὑτοὺς τοῖς εἰλικρινέσι καὶ τοῖς μᾶλλον ἀγαθοῖς. ἄτοπον δὴ τὸ ζητεῖν, διὰ τί ἀγαθὸν ὂν αὑτῷ ἀγαθόν ἐστιν, ὥσπερ δέον πρὸς αὑτὸ ἐξίστασθαι τῆς ἑαυτοῦ φύσεως καὶ μὴ ἀγαπᾶν ἑαυτὸ ὡς ἀγαθόν. ἀλλ̓ ἐπὶ τοῦ ἁπλοῦ τοῦτο σκεπτέον, εἰ, ὅπου μηδαμῶς ἔνι ἄλλο, τὸ δὲ ἄλλο, ἡ οἰκείωσις πρὸς αὑτὸ ἀγαθόν ἐστιν ἑαυτῷ. νῦν δέ, εἰ ταῦτα ὀρθῶς λέγεται, καὶ ἡ ἐπανάβασις ἔχει τὸ ἀγαθὸν ἐν φύσει τινὶ κείμενον, καὶ οὐχ ἡ ἔφεσις ποιεῖ τὸ ἀγαθόν, ἀλλ̓ ἡ. ἔφεσις, ὅτι ἀγαθόν, καὶ γίνεταί τι τοῖς κτωμένοις καὶ ἐπὶ τῇ κτήσει ἡδύ. ἀλλὰ τὸ μέν, εἰ μὴ ἕποιτο ἡδονή, αἱρετέον καὶ αὐτὸ ζητητέον.