Ancient Greek · ~8 min
Section 3
Plutarch, Περὶ τοῦ ὅτι μάλιστα τοῖς ἡγεμόσι δεῖ τὸν φιλοσοφόν διαλέγεσθαι 3
Not analysed yet
σπείρω δʼ ἄρουραν δώδεχʼ ἡμερῶν ὁδὸν Βερέκυντα χῶρον οὗτος εἰ μὴ μόνον φιλογέωργος ἀλλὰ καὶ φιλάνθρωπος ἦν, ἣδιον ἂν ἔσπειρε τὴν τοσούτους τρέφειν δυναμένην ἢ τὸ Ἀντισθένους ἐκεῖνο χωρίδιον, ὃ μόλις Αὐτολύκῳ παλαίειν ἂν ἢρκεσε· εἰ δέ σε ἠρόμην τὴν οἰκουμένην ἅπασαν ἐπιστρέφειν παραιτοῦμαι. καίτοι Ἐπίκουρος τἀγαθὸν ἐν τῷ βαθυτάτῳ τῆς ἡσυχίας ὥσπερ ἐν ἀκλύστῳ λιμένι καὶ κωφῷ τιθέμενος τοῦ εὖ πάσχειν τὸ εὖ ποιεῖν οὐ μόνον κάλλιον ἀλλὰ καὶ ἥδιον εἶναί φησι. χαρᾶς; γὰρ οὐδὲν οὕτω γόνιμόν ἐστιν ὡς χάρις· ἀλλὰ σοφὸς ἦν ταῖς Χάρισι τὰ ὀνόματα θέμενος Ἀγλαΐην καὶ Εὐφροσύνην καὶ Θάλειαν· τὸ γὰρ ἀγαλλόμενον καὶ τὸ χαῖρον ἐν τῷ διδόντι τὴν χάριν πλεῖόν ἐστι καὶ καθαρώτερον. διὸ τῷ πάσχειν εὖ αἰσχύνονται πολλάκις, ἀεὶ δʼ ἀγάλλονται τῷ εὖ ποιεῖν· εὖ δὲ ποιοῦσι πολλοὺς οἱ ποιοῦντες ἀγαθοὺς ὧν πολλοὶ δέονται καὶ τοὐναντίον, οἱ ἀεὶ διαφθείροντες ἡγεμόνας ἢ βασιλεῖς ἢ τυράννους διάβολοι καὶ συκοφάνται καὶ κόλακες ὑπὸ πάντων ἐλαύνονται καὶ κολάζονται, καθάπερ οὐκ εἰς μίαν κύλικα φάρμακον ἐμβάλλοντες θανάσιμον, ἀλλʼ εἰς πηγὴν δημοσίᾳ ῥέουσαν, ᾗ χρωμένους πάντας ὁρῶσιν. ὥσπερ οὖν τοὺς Καλλίου κωμῳδουμένους κόλακας γελῶσιν, οὓς οὐ πῦρ οὐδὲ σίδηρος οὐδὲ χαλκὸς ἀπείργει μὴ φοιτᾶν ἐπὶ δεῖπνον κατὰ τὸν Εὔπολιν· τοὺς δʼ Ἀπολλοδώρου τοῦ τυράννου καὶ Φαλάριδος καὶ Διονυσίου φίλους καὶ συνήθεις ἀπετυμπάνιζον, ἐστρέβλουν καὶ ἐνεπίμπρασαν, ἐναγεῖς ἐποιοῦντο καὶ καταράτους, ὡς ἐκείνων μὲν ἀδικούντων ἕνα τούτων δὲ πολλοὺς· διʼ ἑνὸς τοῦ ἄρχοντος· οὕτως; οἱ μὲν ἰδιώταις συνόντες αὐτοὺς· ἐκείνους ποιοῦσιν ἑαυτοῖς ἀλύπους καὶ ἀβλαβεῖς καὶ προσηνεῖς, ὁ δʼ ἄρχοντος ἦθος ἀφαιρῶν μοχθηρὸν ἢ γνώμην ἐφʼ ὃ δεῖ συγκατευθύνων τρόπον τινὰ δημοσίᾳ φιλοσοφεῖ καὶ τὸ κοινὸν ἐπανορθοῦται, ᾧ πάντες διοικοῦνται. τοῖς ἱερεῦσιν αἰδῶ καὶ τιμὴν αἱ πόλεις νέμουσιν, ὅτι τἀγαθὰ παρὰ τῶν θεῶν οὐ μόνον αὑτοῖς καὶ φίλοις καὶ οἰκείοις, ἀλλὰ κοινῇ πᾶσιν αἰτοῦνται τοῖς πολίταις καίτοι τοὺς θεοὺς οἱ ἱερεῖς οὐ ποιοῦσιν ἀγαθῶν δοτῆρας, ἀλλὰ τοιούτους ὄντας παρακαλοῦσι τοὺς δʼ ἄρχοντας οἱ συνόντες τῶν φιλοσόφων δικαιοτέρους ποιοῦσι καὶ μετριωτέρους καὶ προθυμοτέρους εἰς τὸ εὖ ποιεῖν, ὥστε καὶ χαίρειν εἰκός ἐστι μᾶλλον.