Ancient Greek · ~2 min
Section 23
Plutarch, Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν 23
Not analysed yet
μετὰ τὴν Ἰλίου πόρθησιν ἐξεβράσθη Διομήδης εἰς Λιβύην, ἔνθα Λύκος ἦν βασιλεὺς ἔθος ἔχων τοὺς ξένους Ἄρει τῷ πατρὶ θύειν. Καλλιρρόη δὲ ἡ θυγάτηρ ἐρασθεῖσα Διομήδους τὸν πατέρα προέδωκε, καὶ τὸν Διομήδην ἔσῳσε λύσασα τῶν δεσμῶν ὁ δὲ ἀμελήσας τῆς εὐεργέτιδος ἀπέπλευσεν ἡ δὲ βρόχῳ ἐτελεύτησεν ὡς Ἰόβας ἐν τρίτῃ Λιβυκῶν. Καλπούρνιος Κράσσος ἀνὴρ τῶν ἐπισήμων, Ῥηγούλῳ συστρατευόμενος, ἐπέμφθη εἰς Μασσύλους πορθήσων φρούριόν τι δυσάλωτον τοὔνομα Γαραίτιον. αἰχμάλωτος δὲ ληφθεὶς ἔμελλε θύεσθαι τῷ Κρόνῳ. Βισαλτία δέ, τοῦ βασιλέως θυγάτηρ, ἐρασθεῖσα προέδωκε τὸν πατέρα καὶ νικηφόρον ἐκεῖνον ἐποίησεν. ἀναστρέψαντος δʼ αὐτοῦ, ἡ κόρη κατέσφαξεν ἑαυτὴν ὡς Ἡσιάναξ ἐν τρίτῳ Λιβυκῶν.