Ancient Greek · ~3 min
Section 24
Plutarch, Συναγωγὴ ἱστοριῶν παραλλήλων Ἑλληνικῶν καὶ Ῥωμαϊκῶν 24
Not analysed yet
Πρίαμος Πολύδωρον ἐξέθετο εἰς Θρᾴκην μετὰ χρυσίου πρὸς Πολυμήστορα τὸν γαμβρόν, ὡς ἐγγὺς ἦν τοῦ πορθεῖσθαι ἡ πόλις. ὁ δὲ μετὰ τὴν ἅλωσιν ἀπέκτεινε τὸν παῖδα, ὡς ἂν κερδήσῃ τὸν χρυσόν. Ἑκάβη δʼ ἐπὶ τοὺς τόπους παραγενομένη καὶ σοφισαμένη ὡς χρυσὸν δώσουσα ἅμα ταῖς αἰχμαλωτίσι ταῖς χερσὶν ἐξετύφλωσεν· ὡς Εὐριπίδης ὁ τραγῳδοποιός. Ἀννίβᾳ Καμπανοὺς λεηλατοῦντος, Λούκιος Θύμβρις τὸν υἱὸν Ῥούστιον μετὰ χρημάτων ἔθετο πρὸς Οὐαλέριον Γέστιον ὄντα γαμβρόν. ὁ δὲ νενίκηκεν. ἀκούσας δὲ ὁ Καμπανὸς φιλαργυρίᾳ παρέβη τὰ δίκαια τῆς φύσεως, τὸν παῖδα φονεύσας. ὁ δὲ Θύμβρις διὰ τῆς ἀγροικίας πορευόμενος καὶ τῷ σώματι τοῦ παιδὸς ἐντυχὼν ἔπεμψεν ἐπὶ τὸν γαμβρὸν ὡς δείξων θησαυρούς· ἐλθόντα δʼ ἐτύφλωσε καὶ ἐσταύρωσεν. ὡς Ἀριστείδης ἐν τρίτῳ Ἰταλικῶν.