Ancient Greek · ~2 min
ΖΗΤΗΜΑ Ζ′.
Plutarch, Πλατωνικὰ ζητήματα 3-3
Not analysed yet
πρῶτον μὲν οὖν τὸ περὶ τὴν σικύαν τοιοῦτόν ἐστιν· ὁ περιληφθεὶς ὑπʼ αὐτῆς πρὸς τῇ σαρκὶ μετὰ θερμότητος ἀὴρ ἐκπυρωθεὶς καὶ γενόμενος τῶν τοῦ χαλκοῦ πόρων ἀραιότερος ἐξέπεσεν οὐκ εἰς κενὴν χώραν, οὐ γὰρ ἔστιν, εἰς δὲ τὸν περιεστῶτα τὴν σικύαν ἔξωθεν ἀέρα, κἀκεῖνον ἀπέωσεν ὁ δὲ τὸν πρὸ αὑτοῦ· καὶ τοῦτο πάσχων ἀεὶ καὶ δρῶν ὁ ἔμπροσθεν ὑποχωρεῖ, τῆς κενουμένης γλιχόμενος χώρας, ἣν ὁ πρῶτος ἐξέλιπεν οὕτω δὲ τῇ σαρκὶ περιπίπτων, ἧς ἡ σικύα δέδρακται, καὶ ἀναζέων ἅμα συνεκθλίβει τὸ ὑγρὸν εἰς τὴν σικύαν.