Ancient Greek · ~3 min
4 to 6
Plutarch, Πλατωνικὰ ζητήματα 4-3-6
Not analysed yet
ἡ δὲ κατάποσις γίγνεται τὸν αὐτὸν τρόπον· αἱ γὰρ περὶ τὸ στόμα καὶ τὸν στόμαχον κοιλότητες ἀέρος ἀεὶ πλήρεις εἰσίν· ὅταν οὖν ἐμπιεσθῇ τὸ σιτίον ὑπὸ τῆς γλώττης, ἅμα καὶ τῶν παρισθμίων ἐνταθέντων, ἐκθλιβόμενος ὁ ἀὴρ πρὸς τὸν οὐρανὸν ἔχεται τοῦ ὑποχωροῦντος καὶ συνεπωθεῖ τὸ σιτίον. τὰ δὲ ῥιπτούμενα βάρη τὸν ἀέρα σχίζει μετὰ πληγῆς ἐμπεσόντα καὶ διίστησιν ὁ δὲ περιρρέων ὀπίσω, τῷ φύσιν ἔχειν ἀεὶ τὴν ἐρημουμένην χώραν διώκειν καὶ ἀναπληροῦν, συνέπεται τῷ ἀφιεμένῳ τὴν κίνησιν συνεπιταχύνων. αἱ δὲ τῶν κεραυνῶν πτώσεις καὶ αὐταὶ ῥίψεσιν ἐοίκασιν· ἐκπηδᾷ γὰρ ὑπὸ πληγῆς ἐν τῷ νέφει γενομένης τὸ πυρῶδες εἰς τὸν ἀέρα· κἀκεῖνος ἀντιρραγεὶς ὑποχωρεῖ, καὶ πάλιν ἐς ταὐτὸ συμπίπτων ἄνωθεν ἐξωθεῖ κάτω παρὰ φύσιν ἀποβιαζόμενος τὸν κεραυνόν.