Ancient Greek
Section 14
Plutarch, Εἰ πρεσβυτέρῳ πολιτευτέον 14
Not analysed yet
ἄνευ δὲ τούτων ἁμαρτάνουσιν οἱ οἷον τὸ πλεῦσαι καὶ τὸ στρατεύσασθαι, τοιοῦτον ἡγούμενοι καὶ τὸ πολιτεύσασθαι πρὸς ἄλλο τι πραττόμενον, εἶτα καταλῆγον ἐν τῷ τυχεῖν ἐκείνου · λειτουργία γὰρ οὐκ ἔστιν ἡ πολιτεία τὴν χρείαν ἔχουσα πέρας, ἀλλὰ βίος ἡμέρου καὶ πολιτικοῦ καὶ κοινωνικοῦ ζῴου καὶ πεφυκότος ὅσον χρὴ χρόνον πολιτικῶς καὶ φιλοκάλως καὶ φιλανθρώπως ζῆν. διὸ πολιτεύεσθαι καθῆκόν ἐστιν οὐ πεπολιτεῦσθαι, καθάπερ ἀληθεύειν οὐκ ἀληθεῦσαι καὶ δικαιοπραγεῖν οὐ δικαιοπραγῆσαι καὶ φιλεῖν οὐ φιλῆσαι τὴν πατρίδα καὶ τοὺς πολίτας. ἐπὶ ταῦτα γὰρ ἡ φύσις ἄγει, καὶ ταύτας ὑπαγορεύει τὰς φωνὰς τοῖς μὴ διεφθορόσι τελείως ὑπʼ ἀργίας καὶ μαλακίας· καὶ πολλοῦ σε θνητοῖς ἄξιον τίκτει πατήρ μή τι παυσώμεσθα δρῶντες εὖ βροτούς