Ancient Greek · ~6 min
Section 15
Plutarch, Εἰ πρεσβυτέρῳ πολιτευτέον 15
Not analysed yet
οἱ δὲ τὰς ἀρρωστίας προβαλλόμενοι καὶ τὰς ἀδυναμίας νόσου καὶ πηρώσεως μᾶλλον ἢ γήρως κατηγοροῦσι καὶ γὰρ νέοι πολλοὶ νοσώδεις καὶ ῥωμαλέοι γέροντες· ὥστε δεῖ μὴ τοὺς γέροντας ἀλλὰ τοὺς ἀδυνάτους ἀποτρέπειν, μηδὲ τοὺς νέους παρακαλεῖν ἀλλὰ τοὺς δυναμένους. καὶ γὰρ καὶ Ἀριδαῖος ἦν νέος γέρων δʼ Ἀντίγονος, ἀλλʼ ὁ μὲν ἅπασαν ὀλίγου δεῖν κατεκτήσατο τὴν Ἀσίαν, ὁ δʼ ὥσπερ ἐπὶ σκηνῆς δορυφόρημα κωφὸν ἦν ὄνομα βασιλέως καὶ πρόσωπον ὑπὸ τῶν ἀεὶ κρατούντων παροινούμενον. ὥσπερ οὖν ὁ Πρόδικον τὸν σοφιστὴν ἢ Φιλήταν τὸν ποιητὴν ἀξιῶν πολιτεύεσθαι, νέους μὲν ἰσχνοὺς δὲ καὶ νοσώδεις καὶ τὰ πολλὰ κλινοπετεῖς διʼ ἀρρωστίαν ὄντας, ἀβέλτερός ἐστιν· οὕτως ὁ κωλύων ἄρχειν καὶ στρατηγεῖν τοιούτους γέροντας, οἷος ἦν Φωκίων οἷος ἦν Μασανάσσης ὁ Λίβυς οἷος Κάτων ὁ Ῥωμαῖος, ὁ μὲν γὰρ Φωκίων, ὡρμημένων πολεμεῖν ἀκαίρως τῶν Ἀθηναίων, παρήγγειλε τοὺς ἄχρι ἑξήκοντʼ ἐτῶν ἀκολουθεῖν ὅπλα λαβόντας ὡς δʼ ἠγανάκτουν, οὐδέν ἔφη δεινόν· ἐγὼ γὰρ ἔσομαι μεθʼ ὑμῶν ὁ στρατηγὸς ὑπὲρ ὀγδοήκοντʼ ἔτη γεγονώς. Μασανάσσην δʼ ἱστορεῖ Πολύβιος ἐνενήκοντα μὲν ἐτῶν ἀποθανεῖν, τετράετες καταλιπόντα παιδάριον ἐξ αὐτοῦ γεγενημένον, ὀλίγῳ δʼ ἔμπροσθεν τῆς τελευτῆς μάχῃ νικήσαντα μεγάλῃ Καρχηδονίους ὀφθῆναι τῇ ὑστεραίᾳ πρὸ τῆς σκηνῆς ῥυπαρὸν ἄρτον ἐσθίοντα, καὶ πρὸς τοὺς θαυμάζοντας εἰπεῖν, ὅτι τοῦτο ποιεῖ λάμπει γὰρ ἐν χρείαισιν ὥσπερ εὐπρεπὴς χαλκός· χρόνῳ δʼ ἀργῆσαν ἤμυσε στέγος,ʼ ὥς φησι Σοφοκλῆς· ὡς δʼ ἡμεῖς φαμεν, ἐκεῖνο τῆς ψυχῆς τὸ γάνωμα καὶ τὸ φέγγος, ᾧ λογιζόμεθα καὶ μνημονεύομεν καὶ φρονοῦμεν.