Ancient Greek · ~17 min
Book 6, Πότερον ἔνδεια ποιεῖ τὸ πεινῆν καὶ διψῆν ἢ πόρων μετασχηματισμός.
Plutarch, Συμποσιακῶν προβλημάτων βιβλία 6.2.1
Not analysed yet
ἐδόκει δή μοι ταῦτα πιθανῶς μὲν ἐπικεχειρῆσθαι, πρὸς δὲ τὸ μέγιστον ἐναντιοῦσθαι τῆς φύσεως τέλος, ἐφʼ ὃ πᾶν ἄγει ζῷον ὄρεξις, ἀναπλήρωσιν τοῦ ἐνδεοῦς ποθοῦσα καὶ τὸ ἐκλεῖπον ἀεὶ τοῦ οἰκείου διώκουσα· τὸ γὰρ ᾧ διαφέρει μάλιστα τὸ ζῷον τοῦ ἀψύχου, τοῦτο μὴ φάναι πρὸς σωτηρίαν καὶ διαμονὴν ὑπάρχειν ἡμῖν, ὥσπερ ὄμμα τῶν οἰκείων τῷ σώματι καὶ δεόντων ἐγγεγενημένον, ἀλλὰ πάθος εἶναι καὶ τροπήν τινα πόρων οἴεσθαι μεγέθεσι καὶ μικρότησι συμβαίνουσαν, εἰς οὐδένʼ ἦν λόγον ἁπλῶς τιθεμένων τὴν φύσιν. ἔπειτα ῥιγοῦν ἐνδείᾳ θερμότητος οἰκείας τὸ σῶμα, μηκέτι δὲ διψῆν μηδὲ πεινῆν ὑγρότητος ἐνδείᾳ τῆς κατὰ φύσιν καὶ τροφῆς, ἄλογόν ἐστι· τούτου δʼ ἀλογώτερον, εἰ κενώσεως μὲν ἐφίεται διὰ πλήρωσιν ἡ φύσις, πληρώσεως δʼ οὐ διὰ κένωσιν, ἀλλʼ ἑτέρου τινὸς πάθους ἐγγενομένου. καὶ μὴν αἵ γε τοιαῦται περὶ τὰ ζῷα χρεῖαι καὶ ἀναπληρώσεις οὐθέν τι τῶν περὶ τὰς γεωργίας γιγνομένων διαφέρουσι· πολλὰ γὰρ ὅμοια πάσχει καὶ βοηθεῖται· πρὸς μὲν γὰρ τὰς ξηρότητας ἀρδείαις ποτιζόμενα, καὶ ψυχόμενα μετρίως, ὅταν φλέγηται· ῥιγοῦντα δʼ αὐτὰ θάλπειν πειρώμεθα καὶ σκέπειν πόλλʼ ἄττα περιβάλλοντες· καὶ ὅσα μὴ παρʼ ἡμᾶς ἐστιν, εὐχόμεθα τὸν θεὸν διδόναι, δρόσους μαλακὰς καὶ εἰλήσεις ἐν πνεύμασι μετρίοις, ὡς ἀεὶ τοῦ ἀπολείποντος ἀναπλήρωσιν ἡ φύσις ἔχοι, διατηροῦσα τὴν κρᾶσιν. οὕτω γὰρ οἶμαι καὶ τροφὴν ὠνομάσθαι τὸ τηροῦν τὴν φύσιν· τηρεῖται δὲ τοῖς μὲν φυτοῖς ἀναισθήτως ἐκ τοῦ περιέχοντος, ὥς φησιν Ἐμπεδοκλῆς, ὑδρευομένοις τὸ πρόσφορον· ἡμᾶς δʼ ἡ ὄρεξις ζητεῖν διδάσκει καὶ διώκειν τὸ ἐκλεῖπον τῆς κράσεως. οὐ μὴν ἀλλὰ καὶ τῶν εἰρημένων ἕκαστον ἴδωμεν ὡς οὐκ ἀληθές ἐστι. τὰ μὲν γὰρ εὐστομίαν ἔχοντα καὶ δριμύτητα τάχα μὲν οὐκ ὄρεξιν, ἀλλὰ δηγμὸν ἐμποιεῖ τοῖς δεκτικοῖς μέρεσι τῆς τροφῆς, οἷον κνησμοὶ κατὰ θίξιν ἐνίων ἀμυσσόντων· εἰ δὲ καὶ τοῦτο τὸ πάθος ὀρεκτικόν ἐστιν, εἰκός ἐστιν ὑπὸ τῶν τοιούτων βρωμάτων λεπτυνόμενα διακρίνεσθαι τὰ προϋπόντα, καὶ ποιεῖν μὲν ἔνδειαν, οὐ μεταρρυθμιζομένων δὲ τῶν πόρων ἀλλὰ κενουμένων καὶ καθαιρομένων τὰ γὰρ ὀξέα καὶ δριμέα καὶ ἁλμυρὰ θρύπτοντα τὴν ὕλην διαφορεῖ καὶ σκίδνησιν, ὥστε νεαρὰν ποιεῖν τὴν ὄρεξιν ἐκθλιβομένων τῶν ἑώλων καὶ χθιζῶν. τῶν δὲ λουομένων οὐ μετασχηματιζόμενοι παύουσιν οἱ πόροι τὸ δίψος, ἀλλʼ ἰκμάδα διὰ τῆς σαρκὸς ἀναλαμβάνοντες καὶ ἀναπιμπλάμενοι νοτερᾶ ἀτμίδος. οἱ δʼ ἔμετοι τἀλλότριον ἐκβάλλοντες ἀπόλαυσιν τῇ φύσει τοῦ οἰκείου παρέσχον. οὐ γὰρ ἁπλῶς τοῦ ὑγροῦ τὸ δίψος, ἀλλὰ τοῦ κατὰ φύσιν καὶ οἰκείου διό, κἂν πολὺ παρῇ τὸ ἀλλόφυλον, ἐνδεὴς ὁ ἄνθρωπός ἐστιν· ἐνίσταται γὰρ τοῖς κατὰ φύσιν ὑγροῖς, ὧν ἡ ὄρεξίς ἐστι, καὶ οὐ δίδωσιν ἀνάμιξιν οὐδὲ κατάκρασιν, ἄχρι ἂν ἐκστῇ καὶ ἀποχωρήσῃ· τότε δʼ οἱ πόροι τὸ σύμφυλον ἀναλαμβάνουσιν. οἱ δὲ πυρετοὶ τὸ ὑγρὸν εἰς βάθος ἀπωθοῦσι· καὶ τῶν μέσων φλεγομένων, ἐκεῖ πᾶν ἀποκεχώρηκε καὶ κρατεῖται πεπιεσμένον ὅθεν ἐμεῖν τε πολλοὺς ἅμα συμβαίνει, πυκνότητι τῶν ἐντὸς ἀναθλιβόντων τὰ ὑγρά, καὶ διψῆν διʼ ἔνδειαν καὶ ξηρότητα τοῦ λοιποῦ σώματος. ὅταν οὖν ἄνεσις γένηται καὶ τὸ θερμὸν ἐκ τῶν μέσων ἀπίῃ, σκιδνάμενον αὖθις ὑπονοστεῖ καὶ διιόν, ὡς πέφυκε, πάντῃ τὸ νοτερὸν ἅμα τοῖς· τε μέσοις ῥᾳστώνην παρέσχε, καὶ τὴν σάρκα λείαν καὶ ἁπαλὴν ἀντὶ τραχείας καὶ αὐχμώδους γενομένην ἐμάλαξε, πολλάκις δὲ καὶ ἱδρῶτας ἐπήγαγεν· ὅθεν ἡ ποιοῦσα διψῆν ἔνδεια λήγει καὶ παύεται, τῆς ὑγρότητος ἀπὸ τοῦ βαρυνομένου καὶ δυσαναβλαυτοῦντος ἐπὶ τὸν δεόμενον καὶ ποθοῦντα μεθισταμένης τόπον. ὡς γὰρ ἐν κήπῳ, φρέατος ἄφθονον ὕδωρ ἔχοντος, εἰ μὴ τις ἐπαντλοῖ καὶ ἄρδοι τὰ φυτά, διψῆν καὶ ἀτροφεῖν ἀναγκαῖόν ἐστιν· οὕτως ἐν σώματι, τῶν ὑγρῶν εἰς ἕνα κατασπωμένων τόπον, οὐ θαυμαστὸν ἔνδειαν εἶναι περὶ τὰ λοιπὰ καὶ ξηρότητα, μέχρι οὗ πάλιν ἐπιρροὴ καὶ διάχυσις γένηται· καθάπερ καὶ ἐπὶ τῶν πυρεττόντων, ὅταν ἀνεθῶσι, συμβαίνει καὶ τῶν ἐγκαταδαρθανόντων τῷ διψῆν· καὶ γὰρ τούτοις ὁ ὕπνος ἐκ μέσων ἐπανάγων τὰ ὑγρὰ καὶ διανέμων πάντῃ τοῖς μέρεσιν ὁμαλισμὸν ἐμποιεῖ καὶ ἀναπλήρωσιν. ὁ γὰρ δὴ λεγόμενος τῶν πόρων μετασχηματισμὸς οὗτος, ᾧ τὸ πεινῆν ἢ τὸ διψῆν ἐγγίνηται, ποῖὸς τίς ἐστιν; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ περὶ πόρους διαφορὰς ἄλλας κατὰ πάθος ἢ τὸ συμπίπτειν καὶ τὸ διίστασθαι· καὶ συμπίπτοντες μὲν· οὔτε ποτὸν οὔτε τροφὴν δέχεσθαι δύνανται, διιστάμενοι δὲ κενότητα καὶ χώραν ποιοῦσιν, ἔνδειαν οὖσαν τοῦ κατὰ φύσιν καὶ οἰκείου. καὶ γὰρ αἱ στύψεις, ὦ βέλτιστε, τῶν βαπτομένων ἔφην τόπων ἔχουσι τὸ δριμὺ καὶ ῥυπτικόν, ᾧ τῶν περισσῶν ἐκκρινομένων καὶ ἀποτηκομένων, οἱ πόροι δέχονται μᾶλλον καὶ στέγουσι δεξάμενοι τὴν βαφὴν ὑπʼ ἐνδείας καὶ κενότητος.