Ancient Greek · ~4 min
Section 16
Plutarch, Πῶς ἄν τις αἴσθοιτο ἑαυτοῦ προκόπτοντος ἐπʼ ἀρετή 16
Not analysed yet
πρὸς δὲ τούτῳ τὸ μηκέτι ταράττεσθαι σφόδρα μηδʼ ἐρυθριᾶν μηδὲ κατακρύπτειν ἢ μετασχηματίζειν τι τῶν καθʼ ἑαυτόν, ἀνδρὸς ἐνδόξου καὶ σώφρονος ἐξαπίνης ἐπιφανέντος, ἀλλὰ θαρρεῖν ὁμόσε χωροῦντα τοῖς τοιούτοις ἔχει τοῦ συνειδότος τινὰ βεβαίωσιν. Ἀλέξανδρος μὲν γὰρ ὡς ἔοικεν ἄγγελον ἰδὼν περιχαρῆ προσθέοντα καὶ τὴν δεξιὰν προτείνοντα τί μοι μέλλεις εἶπεν ὦ τᾶν ἀπαγγελεῖν; ἢ ὅτι Ὅμηρος ἀναβεβίωκεν οὐδενὸς αὐτῷ τὰ πράγματα πλὴν ὑστεροφημίας ἐνδεῖν οἰόμενος. νέῳ δʼ ἀνδρὶ βελτιουμένῳ τὸ ἦθος οὐδενὸς ἔρως ἐμφύεται μᾶλλον ἢ καλοῖς κἀγαθοῖς ἀνδράσιν ἐγκαλλωπίσασθαι καὶ παρασχεῖν οἰκίαν αὑτοῦ καταφανῆ, τράπεζαν γυναῖκα, παιδιὰν σπουδήν, λόγους λεγομένους ἢ γραφομένους, ὥστε καὶ δάκνεσθαι πατρὸς τεθνεῶτος ἢ καθηγητοῦ μεμνημένον οὐκ ἐπιδόντος αὐτὸν ἐν διαθέσει τοιαύτῃ, καὶ μηδὲν ἂν οὕτως εὔξασθαι παρὰ τῶν θεῶν, ὡς ἐκείνους ἀναβιώσαντας αὐτῷ γενέσθαι τοῦ βίου καὶ τῶν πράξεων θεατάς. ὥσπερ αὖ τοὐναντίον οἱ καταμελήσαντες ἑαυτῶν καὶ διαφθαρέντες οὐδʼ ἐν ὕπνῳ τοὺς προσήκοντας ἀτρέμα καὶ ἀδεῶς ὁρῶσιν.