Ancient Greek · ~5 min
Section 17
Plutarch, Πῶς ἄν τις αἴσθοιτο ἑαυτοῦ προκόπτοντος ἐπʼ ἀρετή 17
Not analysed yet
ἔτι τοίνυν πρόσλαβε τοῖς εἰρημένοις σημεῖον οὐ μικρόν, εἰ βούλει, τὸ μηδὲν ἔτι μικρὸν ἡγεῖσθαι τῶν ἐξαμαρτανομένων ἀλλʼ ἐξευλαβεῖσθαι καὶ προσέχειν ἅπασιν. ὥσπερ· γὰρ οἱ τὸ πλουτήσειν ἀπεγνωκότες ἐν οὐδενὶ τίθενται τὰ μικρὰ δαπανήματα, μηδὲν οἰόμενοι ποιήσειν μέγα τὸ μικρῷ τινι προστιθέμενον, ἡ δʼ ἐλπὶς ἐγγυτέρω τοῦ τέλους βαδίζουσα τῷ πλούτῳ συναύξει τὴν φιλοπλουτίαν, οὕτως ἐν τοῖς πρὸς ἀρετὴν πράγμασιν ὁ μὴ πολλὰ συγχωρῶν τῷ τί γὰρ τὸ παρὰ τοῦτο; καὶ νῦν μὲν οὕτως αὖθις δὲ βέλτιον, ἀλλὰ προσέχων ἑκάστῳ κἂν εἰς τὸ σμικρότατον ἡ κακία ποτὲ τῶν ἁμαρτημάτων ἐνδῦσα συγγνώμην πορίζηται δυσανασχετῶν καὶ δυσκολαίνων, δῆλός ἐστιν ἤδη τι καθαρὸν κτώμενος ἑαυτῷ καὶ οὐδʼ ὁπωσοῦν ἀξιῶν ῥυπαίνεσθαι, τὸ δὲ μηδὲν οἴεσθαι κατʼ αἰσχύνην μέγα μηδʼ ἔχειν εὐχερεῖς ποιεῖ καὶ ὀλιγώρους πρὸς τὰ μικρά. καὶ γὰρ αἱμασιάν τινα καὶ θριγκὸν οἰκοδομοῦσιν οὐ διαφέρει ξύλον τὸ τυχὸν ἢ λίθον ὑποβαλεῖν χυδαῖον ἢ στήλην ὑποθεῖναι παραπεσοῦσαν ἀπὸ μνήματος, οἷα, ποιοῦσιν οἱ φαῦλοι, πᾶσαν ἐργασίαν καὶ πρᾶξιν ὡς ἔτυχε συμφοροῦντες εἰς ταὐτὸ καὶ σωρεύοντες ἀλλʼ οἵ γε προκόπτοντες, οἷς ἤδη, καθάπερ ἱεροῦ τινος οἰκοδομήματος καὶ βασιλικοῦ τοῦ βίου κεκρότηται χρυσέα κρηπίς, οὐδὲν εἰκῇ προσίενται τῶν γιγνομένων, ἀλλʼ οἷον ἀπὸ στάθμης τοῦ λόγου προσάγουσι καὶ προσαρμόττουσιν ἕκαστον. ὑπὲρ οὗ τὸν Πολύκλειτον οἰόμεθα λέγειν ὡς ἔστι χαλεπώτατον τὸ ἔργον οἷς ἂν εἰς ὄνυχα ὁ πηλὸς ἀφίκηται.