Ancient Greek · ~1 min
Ὀρόντου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-10
Not analysed yet
Ὀρόντης, ὁ βασιλέως Ἀρταξέρξου γαμβρός, ἀτιμίᾳ περιπεσὼν διὰ κατηγορίαν καὶ καταγνωσθεὶς ἔφη, καθάπερ οἱ τῶν ἀριθμητικῶν δάκτυλοι νῦν μὲν μυριάδας νῦν δὲ μονάδας τιθέναι δύνανται, τὸ αὐτὸ καὶ τοὺς τῶν βασιλέων φίλους, νῦν μὲν τὸ πᾶν δύνασθαι νῦν δὲ τοὐλάχιστον.