Ancient Greek · ~1 min
Μέμνονος
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-11
Not analysed yet
Μέμνων, ὁ Ἀλεξάνδρῳ πολεμῶν ὑπὲρ Δαρείου τοῦ βασιλέως, μισθοφόρον τινὰ πολλὰ βλάσφημα καὶ ἀσελγῆ περὶ Ἀλεξάνδρου λέγοντα τῇ λόγχῃ πατάξας, ἐγώ σε, εἶπε, τρέφω μαχούμενον, ἀλλʼ οὐ λοιδορησόμενον Ἀλεξάνδρῳ.