Ancient Greek · ~7 min
1 to 9
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-27-9
Not analysed yet
Ἀλέξανδρος ἔτι παῖς ὤν, πολλὰ τοῦ Φιλίππου κατορθοῦντος, οὐκ ἔχαιρεν, ἀλλὰ πρὸς τοὺς συντρεφομένους ἔλεγε παῖδας, ἐμοὶ δὲ ὁ πατὴρ οὐδὲν ἀπολείψει. τῶν δὲ παίδων λεγόντων ὅτι σοὶ ταῦτα κτᾶται τί δὲ ὄφελος, εἶπεν, ἐὰν ἔχω μὲν πολλὰ πράξω δὲ μηδέν; ἐλαφρὸς δὲ ὢν καὶ ποδώκης καὶ παρακαλούμενος ὑπὸ τοῦ πατρὸς Ὀλύμπια δραμεῖν στάδιον, εἴγε, ἔφη, βασιλεῖς ἕξειν ἔμελλον ἀνταγωνιστάς. ἀχθείσης δὲ παιδίσκης πρὸς αὐτὸν ὡς συναναπαυσομένης περὶ ἑσπέραν βαθεῖαν, ἠρώτησεν ὅ τι τηνικαῦτα· τῆς δὲ εἰπούσης, περιέμενον γὰρ τὸν ἄνδρα κατακλῖναι, πικρῶς ἐπετίμησε τοῖς παισὶν ὡς μικροῦ διʼ αὐτοὺς μοιχὸς γενόμενος. Ἐπιθυμιῶντι δὲ τοῖς θεοῖς ἀφειδῶς αὐτῷ καὶ πολλάκις ἐπιδραττομένῳ τοῦ λιβανωτοῦ, παρὼν Λεωνίδης ὁ παιδαγωγός, οὕτως, εἶπεν, ὦ παῖ, δαψιλῶς ἐπιθυμιάσεις, ὅταν τῆς λιβανωτοφόρου κρατήσῃς. ὡς οὖν ἐκράτησεν, ἔπεμψεν ἐπιστολὴν πρὸς αὐτὸν ἀπέσταλκά σοι τάλαντα ἑκατὸν λιβανωτοῦ καὶ κασίας, ἵνα μηκέτι μικρολογῇ περὶ τοὺς θεούς, εἰδὼς ὅτι καὶ τῆς ἀρωματοφόρου κρατοῦμεν. μέλλων δὲ τὴν ἐπὶ Γρανίκῳ μάχην μάχεσθαι παρεκάλει τοὺς Μακεδόνας ἀφθόνως δειπνεῖν καὶ πάντα φέρειν εἰς μέσον, ὡς αὔριον δειπνήσοντας ἐκ τῶν πολεμίων. Περίλλου δέ τινος τῶν φίλων αἰτήσαντος προῖκα τοῖς θυγατρίοις, ἐκέλευσε πεντήκοντα τάλαντα λαβεῖν· αὐτοῦ δὲ φήσαντος ἱκανὰ εἶναι, δέκα, σοί γε, ἔφη, λαβεῖν, ἐμοὶ δʼ οὐχ ἱκανὰ δοῦναι. Ἀναξάρχῳ δὲ τῷ φιλοσόφῳ δοῦναι τὸν διοικητὴν ἐκέλευσεν ὅσον ἂν αἰτήσῃ· τοῦ δὲ διοικητοῦ φήσαντος ὡς ἑκατὸν αἰτεῖ τάλαντα, καλῶς, ἔφη, ποιεῖ γινώσκων ὅτι φίλον ἔχει καὶ δυνάμενον τηλικαῦτα δωρεῖσθαι, καὶ βουλόμενον. ἐν δὲ τῇ Μιλήτῳ πολλοὺς ἀνδριάντας ἀθλητῶν θεασάμενος Ὀλύμπια καὶ Πύθια νενικηκότων, καὶ ποῦ τὰ τηλικαῦτα, ἔφη, ἦν σώματα, ὅτε οἱ βάρβαροι ὑμῶν τὴν πόλιν ἐπολιόρκουν; τῆς δὲ τῶν Καρῶν βασιλίσσης Ἄδας ὄψα καὶ πέμματα παρεσκευασμένα περιττῶς διὰ δημιουργῶν καὶ μαγείρων φιλοτιμουμένης ἀεὶ πέμπειν πρὸς αὐτόν, ἔφη κρείττονας ἔχειν αὐτὸς ὀψοποιούς, πρὸς μὲν ἄριστον τὴν νυκτοπορίαν πρὸς δὲ δεῖπνον τὴν ὀλιγαριστίαν.