Ancient Greek · ~2 min
10 to 11
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 10-2-11
Not analysed yet
ἐπεὶ δὲ παρεσκευασμένων πάντων πρὸς μάχην, ἠρώτησαν οἱ στρατηγοὶ μή τι πρὸς τούτοις ἕτερον; οὐδέν, εἶπεν, ἢ ξυρᾶν τὰ γένεια τῶν Μακεδόνων θαυμάσαντος δὲ τοῦ Παρμενίωνος, οὐκ οἶδας, εἶπεν, ὅτι βελτίων οὐκ ἔστιν ἐν μάχαις λαβὴ πώγωνος; Δαρείου δὲ διδόντος αὐτῷ μύρια τάλαντα καὶ τὴν Ἀσίαν νείμασθαι πρὸς αὐτὸν ἐπίσης, καὶ Παρμενίωνος εἰπόντος, ἔλαβον ἂν εἰ Ἀλέξανδρος ἤμην, κἀγὼ νὴ Δία, εἶπεν, εἰ Παρμενίων ἤμην. ἀπεκρίνατο δὲ Δαρείῳ μήτε τὴν γῆν ἡλίους δύο μήτε τὴν Ἀσίαν δύο βασιλεῖς ὑπομένειν.