Ancient Greek · ~1 min
Πτολεμαίου τοῦ Λάγου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-28
Not analysed yet
Πτολεμαῖος ὁ Λάγου τὰ πολλὰ παρὰ τοῖς φίλοις ἐδείπνει καὶ ἐκάθευδεν εἰ δέ ποτε δειπνίζοι, τοῖς ἐκείνων ἐχρῆτο μεταπεμπόμενος ἐκπώματα καὶ στρώματα καὶ τραπέζας· αὐτὸς δὲ οὐκ ἐκέκτητο πλείω τῶν ἀναγκαίων, ἀλλὰ τοῦ πλουτεῖν ἔλεγε τὸ πλουτίζειν εἶναι βασιλικώτερον.