Ancient Greek · ~3 min
30 to 34
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 30-34
Not analysed yet
Ξενοκράτει δὲ τῷ φιλοσόφῳ πεντήκοντα τάλαντα πέμψας, ὡς οὐκ ἐδέξατο μὴ δεῖσθαι φήσας, ἠρώτησεν εἰ μηδὲ φίλον ἔχει Ξενοκράτης· ἐμοὶ μὲν γάρ, ἔφη, μόλις ὁ Δαρείου πλοῦτος εἰς τοὺς φίλους ἤρκεσεν. ἐπεὶ δὲ Πῶρος ἐρωτηθεὶς ὑπʼ αὐτοῦ μετὰ τὴν μάχην, πῶς σοι χρήσωμαι; βασιλικῶς, εἶπε, καὶ προσερωτηθείς, καὶ μή τι ἄλλο; πάντα, εἶπεν, ἐν τῷ ʼ βασιλικῶς ʼ ἔνεστι θαυμάσας καὶ τὴν σύνεσιν αὐτοῦ καὶ τὴν ἀνδραγαθίαν πλείονα χώραν ἧς πρότερον εἶχε προσέθηκε, πυθόμενος δὲ ὑπό τινος λοιδορεῖσθαι, βασιλικόν, ἔφη, ἐστὶν εὖ ποιοῦντα κακῶς ἀκούειν. ἀποθνῄσκων δὲ πρὸς τοὺς ἑταίρους ἀπιδὼν ἔφη, μέγαν ὁρῶ μου τὸν ἐπιτάφιον ἐσόμενον. τελευτήσαντος δὲ αὐτοῦ Δημάδης ὁ ῥήτωρ ὅμοιον ἔφη διὰ τὴν ἀναρχίαν ὁρᾶσθαι τὸ στρατόπεδον τῶν Μακεδόνων ἐκτετυφλωμένῳ τῷ Κύκλωπι.