Ancient Greek · ~1 min
1 to 2
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-32-2
Not analysed yet
Λυσίμαχος ἐν Θρᾴκῃ κρατηθεὶς ὑπὸ Δρομιχαίτου καὶ διὰ δίψαν ἑαυτὸν καὶ τὸ στράτευμα παραδούς, ὡς ἔπιεν αἰχμάλωτος γενόμενος, ὦ θεοί, εἶπεν, ὡς μικρᾶς ἡδονῆς ἕνεκα δοῦλον ἐμαυτὸν ἐκ βασιλέως ʼπεποίηκα. πρὸς δὲ Φιλιππίδην τὸν κωμῳδιοποιὸν φίλον ὄντα καὶ συνήθη, τίνος σοι, εἶπε, τῶν ἐμῶν μεταδῶ; κἀκεῖνος, οὗ βούλει, πλὴν τῶν ἀπορρήτων.