Ancient Greek · ~1 min
1 to 2
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-33-2
Not analysed yet
Ἀντίπατρος ἀκούσας τὴν Παρμενίωνος ὑπὸ Ἀλεξάνδρου τελευτήν, εἰ μὲν ἐπεβούλευσεν Ἀλεξάνδρῳ Παρμενίων, εἶπε, τίνι πιστευτέον; εἰ δὲ μή, τί πρακτέον; Δημάδου δὲ τοῦ ῥήτορος ἤδη πρεσβύτου γεγονότος ἔφη καθάπερ ἱερείου διαπεπραγμένου καταλείπεσθαι μόνην τὴν γαστέρα καὶ τὴν γλῶτταν.