Ancient Greek · ~2 min
1 to 4
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-42-4
Not analysed yet
Περικλῆς, ὁπότε μέλλοι στρατηγεῖν, ἀναλαμβάνων τὴν χλαμύδα πρὸς ἑαυτὸν ἔλεγε, πρόσεχε, Περίκλεις, ἐλευθέρων μέλλεις ἄρχειν, καὶ Ἑλλήνων καὶ Ἀθηναίων. ἐκέλευσε δὲ τοὺς Ἀθηναίους τὴν Αἴγιναν ὥσπερ λήμην ἀφαιρεῖν τοῦ Πειραιῶς. πρὸς δὲ φίλον τινὰ ψευδοῦς μαρτυρίας δεόμενον, ᾗ προσῆν καὶ ὅρκος, ἔφησε μέχρι τοῦ βωμοῦ φίλος εἶναι. μέλλων δὲ ἀποθνήσκειν αὐτὸς ἑαυτὸν ἐμακάριζεν ὅτι μηδεὶς Ἀθηναίων μέλαν ἱμάτιον διʼ αὐτὸν ἐνεδύσατο.