Ancient Greek · ~3 min
1 to 5
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-41-5
Not analysed yet
Ἀριστείδης δὲ ὁ δίκαιος ἀεὶ καθʼ αὑτὸν ἐπολιτεύετο καὶ τὰς ἑταιρείας ἔφευγεν, ὡς τῆς ἀπὸ τῶν φίλων δυνάμεως ἀδικεῖν ἐπαιρούσης. ἐπεὶ δὲ τῶν Ἀθηναίων ὁρμωμένων ἐπὶ τὸν ἐξοστρακισμὸν ἄνθρωπος ἀγράμματος καὶ ἄγροικος ὄστρακον ἔχων προσῆλθεν αὐτῷ κελεύων ἐγγράψαι τὸ ὄνομα τοῦ Ἀριστείδου, γινώσκεις γάρ, ἔφη, τὸν Ἀριστείδην; τοῦ δὲ ἀνθρώπου γιγνώσκειν μὲν οὐ φήσαντος, ἄχθεσθαι δὲ τῇ τοῦ δικαίου προσηγορίᾳ, σιωπήσας ἐνέγραψε τὸ ὄνομα τῷ ὀστράκῳ καὶ ἀπέδωκεν. ἐχθρὸς δὲ ὢν τοῦ Θεμιστοκλέους καὶ πρεσβευτὴς ἐκπεμφθεὶς σὺν αὐτῷ, βούλει, φησίν, ὦ Θεμιστόκλεις ἐπὶ τῶν ὅρων τὴν ἔχθραν ἀπολίπωμεν; ἂν γὰρ δοκῇ, πάλιν αὐτὴν ἐπανιόντες ληψόμεθα. τάξας δὲ τοὺς φόρους τοῖς Ἕλλησι τοσούτῳ πτωχότερος ἐπανῆλθεν ὅσον εἰς τὴν ἀποδημίαν ἀνήλωσεν. Αἰσχύλου δὲ ποιήσαντος εἰς Ἀμφιάραον, οὐ γὰρ δοκεῖν ἄριστος ἀλλʼ εἶναι θέλει, βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα· καὶ λεγομένων τούτων, πάντες εἰς Ἀριστείδην ἀπέβλεψαν.