Ancient Greek · ~2 min
1 to 3
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-47-3
Not analysed yet
Χαβρίας ἔλεγε κάλλιστα στρατηγεῖν τοὺς μάλιστα γινώσκοντας τὰ τῶν πολεμίων. δίκην δὲ φεύγων προδοσίας μετὰ Ἰφικράτους, ἐπιτιμῶντος αὐτῷ τοῦ Ἰφικράτους ὅτι κινδυνεύων εἰς τὸ γυμνάσιον βαδίζει καὶ τὴν εἰωθυῖαν ὥραν ἀριστᾷ, τοιγαροῦν, εἶπεν, ἂν ἄλλο τι γνῶσι περὶ ἡμῶν Ἀθηναῖοι, σὲ μὲν αὐχμῶντα καὶ ἄσιτον, ἐμὲ δὲ ἠριστηκότα καὶ ἀληλιμμένον ἀποκτενοῦσιν. εἰώθει δὲ λέγειν ὅτι φοβερώτερόν ἐστιν ἐλάφων στρατόπεδον ἡγουμένου λέοντος ἢ λεόντων ἐλάφου.