Ancient Greek · ~1 min
Ἡγησίππου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-48
Not analysed yet
Ἡγησίππου τοῦ Κρωβύλου προσαγορευομένου παροξύνοντος τοὺς Ἀθηναίους ἐπὶ Φίλιππον, ὑπεφώνησέ τις ἐκ τῆς ἐκκλησίας, πόλεμον εἰσηγῇ; ναὶ μὰ Δία, εἶπε, καὶ μέλανα ἱμάτια καὶ δημοσίας ἐκφορὰς καὶ λόγους ἐπιταφίους, εἰ μέλλομεν ἐλεύθεροι βιώσεσθαι καὶ μὴ ποιήσειν τὸ προσταττόμενον Μακεδόσι.