Ancient Greek · ~1 min
Πυθέου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-49
Not analysed yet
Πυθέας ἔτι μειράκιον ὢν παρῆλθεν ἀντερῶν τοῖς περὶ Ἀλεξάνδρου γραφομένοις ψηφίσμασιν· εἰπόντος δέ τινος, σὺ νέος ὢν τολμᾷς λέγειν περὶ τηλικούτων; καὶ μὴν Ἀλέξανδρος, εἶπεν, ὃν ψηφίζεσθε θεόν, ἐμοῦ νεώτερός ἐστι.