Ancient Greek · ~1 min
Ποπλίου Λικινίου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-79
Not analysed yet
Πόπλιος Λικίνιος ὕπατος στρατηγός, ἡττηθεὶς ὑπὸ Περσέως τοῦ Μακεδόνων βασιλέως ἱππομαχίᾳ, δισχιλίους ὀκτακοσίους ἀπέβαλε, τοὺς μὲν πεσόντας τοὺς δὲ ἁλόντας· ἐπεὶ δὲ μετὰ τὴν μάχην ἔπεμψεν ὁ Περσεὺς πρέσβεις περὶ σπονδῶν καὶ εἰρήνης, ἐκέλευεν ὁ νενικημένος τὸν νενικηκότα Ῥωμαίοις ἐπιτρέπειν τὰ καθʼ αὑτόν.