Ancient Greek · ~6 min
1 to 8
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-80-8
Not analysed yet
Παῦλος Αἰμίλιος δευτέραν ὑπατείαν μετελθὼν ἀπέτυχεν ἐπεὶ δὲ τοῦ πρὸς Περσέα καὶ Μακεδόνας πολέμου μῆκος λαμβάνοντος ἀπειρίᾳ καὶ μαλακίᾳ τῶν στρατηγῶν, ἐκεῖνον ὕπατον ἀπέδειξαν, οὐκ ἔφη χάριν ἔχειν αὐτοῖς· οὐ γὰρ αὐτὸς ἀρχῆς δεόμενος, ὡς ἐκείνων ἄρχοντος, ᾑρῆσθαι στρατηγός. ἐλθὼν δὲ εἰς οἶκον ἐξ ἀγορᾶς καὶ τὴν Τερτίαν τὸ θυγάτριον εὑρὼν δεδακρυμένον ἐπυνθάνετο τὴν αἰτίαν εἰπούσης δὲ ὅτι Περσεὺς τέθνηκεν ἡμῖν ʽ κυνίδιον δʼ ἦν οὕτως ὀνομαζόμενον ʽ, ἀγαθῇ τύχῃ, εἶπεν, ὦ θύγατερ, καὶ δέχομαι τὸν οἰωνόν. εὑρὼν δὲ ἐπὶ στρατοπέδου πολλὴν θρασύτητα καὶ λαλιὰν παραστρατηγούντων καὶ πολυπραγμονούντων ἐκέλευσεν ἡσυχίαν ἔχειν καὶ ποιεῖν ὀξείας τὰς μαχαίρας μόνον, αὑτῷ δὲ τῶν ἄλλων μελήσειν. τὰς δὲ νυκτερινὰς φυλακὰς ἐκέλευσεν φυλάττειν ἄνευ λόγχης καὶ ξίφους, ὅπως ἀμύνασθαι τοὺς πολεμίους ἀπεγνωκότες μᾶλλον καὶ διαμαχοῦνται πρὸς τὸν ὕπνον. ἐμβαλὼν δὲ διὰ τῶν ἄκρων εἰς Μακεδονίαν καὶ συντεταγμένους ἰδὼν τοὺς πολεμίους, τοῦ Νασικᾶ παρακαλοῦντος αὐτὸν εὐθὺς ἐπιχειρεῖν εἴγε τὴν σήν, εἶπεν, ἡλικίαν εἶχον, αἱ δὲ πολλαί με πεῖραι κωλύουσιν ἐκ πορείας πρὸς φάλαγγα συντεταγμένην μάχεσθαι. νικήσας δὲ τὸν Περσέα καὶ τὰς ἐπινικίους ποιούμενος ἑστιάσεις ἔλεγε τῆς αὐτῆς ἐμπειρίας εἶναι στράτευμα φοβερώτατον πολεμίοις καὶ συμπόσιον ἥδιστον φίλοις παρασχεῖν. τοῦ δὲ Περσέως αἰχμαλώτου γενομένου καὶ παρακρουομένου τὸν θρίαμβον, ἐπὶ σοί, εἶπε, τοῦτʼ ἐστίν, ἐξουσίαν διδοὺς αὐτῷ ἑαυτὸν ἀνελεῖν. χρημάτων δὲ ἀπείρων εὑρεθέντων, αὐτὸς μὲν οὐκ ἔλαβε, τῷ δὲ γαμβρῷ Τουβέρωνι φιάλην ἀργυρᾶν ὁλκῆς πέντε λιτρῶν ἀριστεῖον ἔδωκε. καὶ τοῦτό φασι πρῶτον εἰς τὸν Αἰλίων οἶκον εἰσελθεῖν κειμήλιον ἀργυροῦν.