Ancient Greek · ~2 min
Καίσαρος τοῦ Σεβαστοῦ
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-92
Not analysed yet
Καῖσαρ ὁ πρῶτος ἐπικληθεὶς Σεβαστός, ἔτι μειράκιον ὢν Ἀντώνιον ἀπῄτει δισχιλίας πεντακοσίας μυριάδας τοῦ πρώτου Καίσαρος ἀναιρεθέντος, ἐκ τῆς οἰκίας ἃς πρὸς αὑτὸν ὁ Ἀντώνιος μετήνεγκεν ἀποδοῦναι βουλόμενος Ῥωμαίοις τὸ καταλειφθὲν ὑπὸ Καίσαρος, ἑκάστῳ δραχμὰς ἑβδομήκοντα πέντε· τοῦ δὲ Ἀντωνίου τὰ μὲν χρήματα κατέχοντος, ἐκεῖνον δὲ τῆς ἀπαιτήσεως ἀμελεῖν, εἰ σωφρονεῖ, κελεύοντος, ἐκήρυττε τὰ πατρῷα καὶ ἐπίπρασκε· καὶ τὴν δωρεὰν ἀποδοὺς εὔνοιαν μὲν αὑτῷ, μῖσος δὲ ἐκείνῳ παρὰ τῶν πολιτῶν περιεποίησεν.