Ancient Greek · ~3 min
11 to 15
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 11-15
Not analysed yet
ἐν δὲ Φαρσάλῳ Πομπηίου παρατεταγμένην τὴν φάλαγγα κατὰ χώραν ἑστάναι καὶ προσδέχεσθαι τοὺς πολεμίους παρεγγυήσαντος, ἁμαρτεῖν αὐτὸν ἔλεγε τὸν ἐξ ἐπιδρομῆς μετʼ ἐνθουσιασμοῦ τόνον καὶ ῥοῖζον ἐκλύσαντα τῶν στρατιωτῶν. Φαρνάκην δὲ νικήσας τὸν Ποντικὸν ἐξ ἐφόδου πρὸς τοὺς φίλους ἔγραψεν, ἦλθον εἶδον ἐνίκησα. μετὰ δὲ τὴν ἐν Λιβύῃ τῶν περὶ τὸν Σκιπίωνα φυγὴν καὶ ἧτταν Κάτωνος ἑαυτὸν ἀνελόντος, φθονῶ σοι Κάτων, εἶπε, τοῦ θανάτου· καὶ γὰρ σὺ ἐμοὶ τῆς σῆς σωτηρίας ἐφθόνησας. Ἀντώνιον δὲ καὶ Δολοβέλλαν ὑφορωμένων ἐνίων καὶ φυλάττεσθαι κελευόντων, οὐ τούτους ἔφη δεδιέναι τοὺς βαναύσους καὶ λιπῶντας, ἀλλὰ τοὺς ἰσχνοὺς καὶ ὠχροὺς ἐκείνους, δείξας Βροῦτον καὶ Κάσσιον. λόγου δὲ παρὰ δεῖπνον ἐμπεσόντος περὶ θανάτου ποῖος ἄριστος, ὁ ἀπροσδόκητος, εἶπε.