Ancient Greek · ~4 min
10 to 17
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 10-3-17
Not analysed yet
τὸν δὲ υἱὸν ἐντρυφῶντα τῇ μητρὶ πλεῖστον Ἑλλήνων ἔλεγε δύνασθαι· τῶν γάρ Ἑλλήνων ἄρχειν Ἀθηναίους, Ἀθηναίων δʼ ἑαυτόν, ἑαυτοῦ δὲ τὴν ἐκείνου μητέρα, τῆς δὲ μητρὸς ἐκεῖνον. τῶν δὲ τὴν θυγατέρα μνωμένων αὐτοῦ τὸν ἐπιεικῆ τοῦ πλουσίου προτιμήσας ἄνδρα ἔφη ζητεῖν χρημάτων δεόμενον μᾶλλον ἢ χρήματα ἀνδρός. χωρίον δὲ πωλῶν ἐκέλευσε κηρύττειν ὅτι καὶ γείτονα χρηστὸν ἔχει. τῶν δὲ Ἀθηναίων αὐτὸν προπηλακιζόντων, τί κοπιᾶτε, εἶπεν, ὑπὸ τῶν αὐτῶν πολλάκις εὐχρηστούμενοι; καὶ ταῖς πλατάνοις ἀπείκαζεν αὑτόν, αἷς ὑποτρέχουσι χειμαζόμενοι, γενομένης δὲ εὐδίας τίλλουσι παρερχόμενοι καὶ κολούουσιν. τοὺς δὲ Ἐρετριεῖς ἐπισκώπτων ἔλεγεν ὥσπερ τευθίδας μάχαιραν μὲν ἔχειν καρδίαν δὲ μὴ ἔχειν. ἐπεὶ δὲ ἐξέπεσε τῶν Ἀθηνῶν τὸ πρῶτον, εἶτα καὶ τῆς Ἑλλάδος, ἀναβὰς πρὸς βασιλέα καὶ κελευόμενος λέγειν ἔφη τὸν λόγον ἐοικέναι τοῖς ποικίλοις στρώμασιν ὡς γὰρ ἐκεῖνα, καὶ τοῦτον ἐκτεινόμενον μὲν ἐπιδεικνύναι τὰ εἴδη, συστελλόμενον δὲ κρύπτειν καὶ διαφθείρειν. ᾐτήσατο δὲ καὶ χρόνον ὅπως τὴν Περσικὴν διάλεκτον καταμαθὼν διʼ ἑαυτοῦ καὶ μὴ διʼ ἑτέρου ποιήσαιτο τὴν πρὸς αὐτὸν ἔντευξιν. πολλῶν δὲ δωρεῶν ἀξιωθεὶς καὶ ταχὺ πλούσιος γενόμενος πρὸς τοὺς παῖδας εἶπεν, ὦ παῖδες, ἀπωλόμεθʼ ἄν, εἰ μὴ ἀπωλώλειμεν.