Ancient Greek · ~1 min
Μυρωνίδου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 1-40
Not analysed yet
Μυρωνίδης παρήγγειλεν ἔξοδον Ἀθηναίοις ἐπὶ Βοιωτοὺς στρατεύων· ἐνστάσης δὲ τῆς ὥρας καὶ τῶν λοχαγῶν λεγόντων μηδέπω πάντας παρεῖναι, πάρεισιν, εἶπεν, οἱ μέλλοντες μάχεσθαι · καὶ χρησάμενος αὐτοῖς προθύμοις ἐνίκησε τοὺς πολεμίους.