Ancient Greek · ~2 min
Γναίου Πομπηίου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 15-2
Not analysed yet
μετὰ δὲ τὴν ἐν Φαρσάλῳ μάχην φεύγων εἰς Αἴγυπτον, ὡς ἔμελλε διαβαίνειν ἐκ τῆς τριήρους εἰς ἁλιευτικὸν πλοῖον ἀποστείλαντος τοῦ βασιλέως, ἐπιστραφεὶς πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν οὐδὲν ἕτερον ἢ τὸ τοῦ Σοφοκλέους εἶπεν, ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται, κείνου ʼστὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ. μεταβὰς δὲ καὶ πληγεὶς ξίφει καὶ στενάξας ἅπαξ, εἰπὼν δὲ μηδὲν ἀλλʼ ἐγκαλυψάμενος, παρέδωκεν ἑαυτόν.