Ancient Greek · ~7 min
7 to 14
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 7-3-14
Not analysed yet
τῶν δὲ Σερτωρίου γραμμάτων κρατήσας ἐν Ἰβηρίᾳ, ἐν οἷς ἦσαν ἐπιστολαὶ πολλῶν ἡγεμόνων ἐπὶ νεωτερισμῷ καὶ μεταβολῇ τῆς πολιτείας τὸν Σερτώριον εἰς Ῥώμην καλούντων, κατέκαυσε πάσας διδοὺς μετανοῆσαι καὶ βελτίονας γενέσθαι τοὺς πονηρούς. ἐπεὶ δὲ Φραάτης ὁ Πάρθων βασιλεὺς ἔπεμψε πρὸς αὐτὸν ἀξιῶν ὅρῳ χρῆσθαι τῷ Εὐφράτῃ, μᾶλλον ἔφη χρῆσθαι Ῥωμαίους ὅρῳ πρὸς Πάρθους τῷ δικαίῳ. Λευκίου δὲ Λευκούλλου μετὰ τὰς στρατείας ἀφεικότος αὑτὸν εἰς ἡδονὰς καὶ πολυτελῶς ζῶντος, τὸν δὲ Πομπήιον ὡς παρʼ ἡλικίαν τοῦ πολλὰ πράττειν ὀρεγόμενον ψέγοντος, μᾶλλον ἔφη γέροντι τὸ τρυφᾶν ἢ τὸ ἄρχειν εἶναι παρʼ ἡλικίαν. νοσοῦντι δὲ αὐτῷ κίχλην ὁ ἰατρὸς λαβεῖν προσέταξεν· οἱ δὲ ζητοῦντες οὐχ εὗρον ἦν γὰρ παρʼ ὥραν, ἔφη δέ τις εὑρεθήσεσθαι παρὰ Λευκούλλῳ διʼ ἔτους τρεφομένας· εἶτα, ἔφη, εἰ μὴ Λεύκουλλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησε; καὶ χαίρειν ἐάσας τὸν ἰατρὸν ἔλαβέ τῶν εὐπορίστων. ἰσχυρᾶς δὲ σιτοδείας ἐν Ῥώμῃ γενομένης, ἀποδειχθεὶς λόγῳ μὲν ἀγορᾶς ἐπιμελητής, ἔργῳ δὲ γῆς καὶ θαλάττης κύριος, ἔπλευσεν εἰς Λιβύην καὶ Σαρδόνα καὶ Σικελίαν καὶ πολὺν ἀθροίσας σῖτον ἔσπευδεν εἰς τὴν Ῥώμην. μεγάλου δὲ χειμῶνος γενομένου καὶ τῶν κυβερνητῶν ὀκνούντων, πρῶτος ἐμβὰς καὶ τὴν ἄγκυραν ἆραι κελεύσας ἀνεβόησε, πλεῖν ἀνάγκη, ζῆν οὐκ ἀνάγκη. τῆς δὲ πρὸς τὸν Καίσαρα διαφορᾶς ἀποκαλυπτομένης καὶ Μαρκελλίνου τινὸς τῶν ὑπὸ Πομπηίου προῆχθαι δοκούντων μεταβεβλημένου δὲ πρὸς Καίσαρα πολλὰ πρὸς αὐτὸν ἐν συγκλήτῳ λέγοντος, οὐκ αἰσχύνῃ Μαρκελλῖνε, εἶπεν, ἐμοὶ λοιδορούμενος, διʼ ὃν ἐξ· ἀφώνου λόγιος ἐκ δὲ πεινατικοῦ ἐμετικὸς γέγονας; πρὸς δὲ Κάτωνα πικρῶς καθαψάμενον ὅτι. πολλάκις αὐτοῦ προαγορεύοντος τὴν Καίσαρος δύναμιν καὶ αὔξησιν οὐκ ἐπʼ ἀγαθῷ τῆς δημοκρατίας γινομένην αὐτὸς ἀντέπραττεν, ἀπεκρίνατο, τὰ μὲν σὰ μαντικώτερα τά δʼ ἐμὰ φιλικώτερα. περὶ δὲ αὑτοῦ παρρησιαζόμενος εἶπεν, ὡς πᾶσαν ἀρχὴν καὶ ἔλαβε θᾶττον ἢ προσεδόκησε, καὶ καταθοῖτο θᾶττον ἢ προσεδοκήθη.