Ancient Greek · ~1 min
Φιλίππου τοῦ Ἀλεξάνδρου Πατρός
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 18
Not analysed yet
πρὸς δὲ Φίλωνα τὸν Θηβαῖον εὐεργέτην αὐτοῦ γενόμενον καὶ ξένον, ὁπηνίκα διῆγεν ἐν Θήβαις ὁμηρεύων, ὕστερον δὲ μηδεμίαν παρʼ αὐτοῦ δωρεὰν προσδεχόμενον, μή με, εἶπεν, ἀφαιροῦ τὸ ἀνίκητον, εὐεργεσίας καὶ χάριτος ἡττώμενον.