Ancient Greek · ~2 min
Φιλίππου τοῦ Ἀλεξάνδρου Πατρός
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 19
Not analysed yet
ληφθέντων δὲ πολλῶν αἰχμαλώτων, ἐπίπρασκεν αὐτοὺς ἀνεσταλμένῳ τῷ χιτῶνι καθήμενος οὐκ εὐπρεπῶς· εἷς οὖν τῶν πωλουμένων ἀνεβόησε, φεῖσαί μου, Φίλιππε, πατρικὸς γάρ εἰμί σου φίλος ἐρωτήσαντος δὲ τοῦ Φιλίππου, πόθεν, ἄνθρωπε, γενόμενος καὶ πῶς; ἐγγύς, ἔφη, φράσαι σοι βούλομαι προσελθών. ὡς οὖν προσήχθη, μικρόν, ἔφη, κατωτέρω τὴν χλαμύδα ποίησον, ἀσχημονεῖς γὰρ οὕτω καθήμενος· καὶ ὁ Φίλιππος, ἄφετε αὐτόν, εἶπεν, ἀληθῶς γὰρ εὔνους ὢν καὶ φίλος ἐλάνθανεν.