Ancient Greek · ~7 min
20 to 28
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 20-2-28
Not analysed yet
ἐπετίμα δὲ τοῖς πολίταις ἀεὶ τοὺς αὐτοὺς αἱρουμένοις ἄρχοντας· δόξετε γάρ, εἶπεν, μὴ πολλοῦ τὸ ἄρχειν ἄξιον ἢ μὴ πολλοὺς τοῦ ἄρχειν ἀξίους ἡγεῖσθαι. τὸν δὲ τοὺς παραλίους ἀγροὺς πεπρακότα προσεποιεῖτο θαυμάζειν ὡς ἰσχυρότερον τῆς θαλάττης· ἃ γὰρ ἐκείνη μόλις ἐπικλύζει, οὗτος ῥᾳδίως καταπέπωκε. τιμητείαν δὲ μετιὼν καὶ τοὺς ἄλλους ὁρῶν δεομένους τῶν πολλῶν καὶ κολακεύοντας, αὐτὸς ἐβόα τὸν δῆμον ἀποτόμου χρείαν ἔχειν ἰατροῦ καὶ μεγάλου καθαρμοῦ· δεῖν οὖν μὴ τὸν ἥδιστον, ἀλλὰ τὸν ἀπαραίτητον αἱρεῖσθαι. καὶ ταῦτα λέγων ᾑρέθη πρὸ πάντων. διδάσκων δὲ τοὺς νέους εὐθαρσῶς μάχεσθαι, πολλάκις ἔλεγε τοῦ ξίφους τὸν λόγον μᾶλλον καὶ τὴν φωνὴν τῆς χειρὸς τρέπειν καὶ καταπλήττειν τοὺς πολεμίους. ἐπεὶ δὲ πολεμῶν τοῖς περὶ τὸν Βαῖτιν ποταμὸν οἰκοῦσιν εἰς κίνδυνον ὑπὸ πλήθους τῶν πολεμίων κατέστη, τῶν μὲν Κελτιβήρων ἐπὶ διακοσίοις ταλάντοις βουλομένων βοηθεῖν, τῶν δὲ Ῥωμαίων οὐκ ἐώντων ὁμολογεῖν μισθὸν ἀνθρώποις βαρβάροις, ἁμαρτάνειν ἔφησεν αὐτούς· νικῶντας μὲν γὰρ ἀποδώσειν οὐ παρʼ αὑτῶν ἀλλὰ παρὰ τῶν πολεμίων ἡττωμένων δέ, μήτε τοὺς ἀπῃτημένους μήτε τοὺς ἀπαιτοῦντας ἔσεσθαι. πλείονας δὲ πόλεις ἑλών, ὥς φησι, τῶν ἡμερῶν ἃς διέτριψεν ἐν τοῖς πολεμίοις, οὐδὲν αὐτὸς πλέον ἔλαβεν ὧν ἔφαγε καὶ ἔπιεν ἐκ τῆς πολεμίας. τῶν δὲ στρατιωτῶν ἑκάστῳ λίτραν ἀργύρου διανείμας φησὶ βέλτιον εἶναι πολλοὺς ἔχοντας ἀργύριον ἢ ὀλίγους χρυσίον ἀπὸ τῆς στρατείας ἐπανελθεῖν τῶν γὰρ ἀρχόντων οὐδὲν ἄλλο δεῖν ἐν ταῖς ἐπαρχίαις ἢ τὴν δόξαν αὐξάνεσθαι. πέντε δὲ οἰκέτας εἶχεν ἐπὶ τῆς στρατείας, ὧν εἷς αἰχμάλωτα σώματα τρία πριάμενος, ὡς οὐκ ἔλαθε τὸν Κάτωνα, πρὶν εἰς ὄφιν ἐλθεῖν, ἀπήγξατο. παρακληθεὶς δὲ ὑπὸ Σκιπίωνος Ἀφρικανοῦ τοῖς Ἀχαιῶν συλλαβέσθαι φυγάσιν, ὅπως εἰς τὰς πατρίδας κατέλθωσιν, προσεποιεῖτο μηδὲν αὐτῷ μέλειν τοῦ πράγματος ἐν δὲ τῇ συγκλήτῳ πολλῶν γινομένων λόγων ἀναστάς, ὥσπερ οὐκ ἔχοντες, εἶπεν, ὃ πράττωμεν, καθήμεθα περὶ Γραικῶν γεροντίων ζητοῦντες πότερον ὑπὸ τῶν παρʼ ἡμῖν ἢ ὑπὸ τῶν ἐκεῖ νεκροφόρων ἐξενεχθῶσι.