Ancient Greek · ~1 min
Κάτωνος Τοῦ Πρεσβυτέρου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 29
Not analysed yet
Ποστουμίου δὲ Ἀλβίνου γράψαντος ἱστορίας Ἑλληνιστὶ καὶ συγγνώμην παρὰ τῶν ἀκροωμένων αἰτοῦντος, εἰρωνευόμενος ὁ Κάτων ἔφη δοτέον εἶναι συγγνώμην, εἰ τῶν Ἀμφικτυόνων ψηφισαμένων ἀναγκασθεὶς ἔγραψεν.