Ancient Greek · ~2 min
Φιλίππου τοῦ Ἀλεξάνδρου Πατρός
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 24
Not analysed yet
Μαχαίτᾳ δέ τινα κρίνων δίκην καὶ ὑπονυστάζων οὐ πάνυ προσεῖχε τοῖς δικαίοις ἀλλὰ κατέκρινεν ἐκείνου δὲ ἀναβοήσαντος ἐκκαλεῖσθαι τὴν κρίσιν, διοργισθεὶς ἐπὶ τίνα; εἶπε· καὶ ὁ Μαχαίτας, ἐπὶ σέ, βασιλεῦ, αὐτόν, ἂν ἐγρηγορὼς καὶ προσέχων ἀκούῃς. τότε μὲν οὖν ἀνέστη· γενόμενος δὲ μᾶλλον ἐφʼ ἑαυτῷ καὶ γνοὺς ἀδικούμενον τὸν Μαχαίταν τὴν μὲν κρίσιν οὐκ ἔλυσε, τὸ δὲ τίμημα τῆς δίκης αὐτὸς ἐξέτεισεν.