Ancient Greek · ~4 min
20 to 23
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 20-23
Not analysed yet
ἐπεὶ δὲ ὑπό τινος ξένου κληθεὶς ἐπὶ δεῖπνον ἐν ὁδῷ πολλοὺς ἐπήγετο καὶ τὸν ξένον ἑώρα θορυβούμενον, ἦν γάρ οὐχ ἱκανὰ τὰ παρεσκευασμένα, προπέμπων τῶν φίλων ἑκάστῳ, πλακοῦντι χώραν ἐκέλευεν ἀπολείπειν· οἱ δὲ πειθόμενοι καὶ προσδοκῶντες οὐκ ἤσθιον πολλά, καὶ πᾶσιν οὕτως ἤρκεσεν. Ἱππάρχου τοῦ Εὐβοέως ἀποθανόντος, δῆλος ἦν βαρέως φέρων· εἰπόντος δέ τινος, ἀλλὰ μὴν ὡραῖος ὢν ἐκεῖνος ἀποτέθνηκεν, ἑαυτῷ γε, εἶπεν, ἐμοὶ δὲ ταχέως· ἔφθη γὰρ τελευτῆσαι πρὶν ἢ παρʼ ἐμοῦ χάριν ἀξίαν τῆς φιλίας ἀπολαβεῖν. πυθόμενος δʼ ἐγκαλεῖν αὐτῷ τὸν Ἀλέξανδρον, ὅτι παῖδας ἐκ πλειόνων ποιεῖται γυναικῶν, οὐκοῦν, ἔφη, πολλοὺς ἔχων περὶ τῆς βασιλείας ἀνταγωνιστὰς γενοῦ καλὸς κἀγαθός, ἵνα μὴ διʼ ἐμὲ τῆς βασιλείας τύχῃς ἀλλὰ διὰ σεαυτόν. ἐκέλευε δʼ αὐτὸν Ἀριστοτέλει προσέχειν καὶ φιλοσοφεῖν, ὅπως, ἔφη, μὴ πολλὰ τοιαῦτα πράξῃς, ἐφʼ οἷς ἐγὼ πεπραγμένοις μεταμέλομαι. τῶν δὲ Ἀντιπάτρου φίλων τινὰ κατατάξας εἰς τοὺς δικαστάς, εἶτα τὸν πώγωνα βαπτόμενον αἰσθανόμενος καὶ τὴν κεφαλήν, ἀνέστησεν εἰπὼν τὸν ἄπιστον ἐν θριξὶ μὴ νομίζειν ἀξιόπιστον ἐν πράγμασιν.