Ancient Greek · ~2 min
Γναίου Πομπηίου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 3-2
Not analysed yet
Μαμερτίνους δὲ τῆς ἐναντίας γενομένους μερίδος οἷός ἦν ἀποσφάττειν ἅπαντας· Σθεννίου δὲ τοῦ δημαγωγοῦ φήσαντος οὐ δίκαια ποιεῖν αὐτὸν ἀνθʼ ἑνὸς αἰτίου πολλοὺς ἀναιτίους κολάζοντα, τοῦτον δὲ αὑτὸν εἶναι τοὺς μὲν φίλους πείσαντα, τοὺς δὲ ἐχθροὺς βιασάμενον ἑλέσθαι τὰ Μαρίου θαυμάσας ὁ Πομπήιος ἔφη συγγνώμην ἔχειν Μαμερτίνοις ὑπὸ τοιούτου πεισθεῖσιν ἀνδρός, ὃς τὴν πατρίδα τῆς ἑαυτοῦ ψυχῆς προτιμᾷ. καὶ τήν τε πόλιν καὶ τὸν Σθέννιον ἀπέλυσεν.