Ancient Greek · ~1 min
Γναίου Πομπηίου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 4-3
Not analysed yet
εἰς δὲ Λιβύην διαβὰς ἐπὶ Δομίτιον καὶ μάχῃ μεγάλῃ κρατήσας, ἀσπασαμένων αὐτὸν αὐτοκράτορα τῶν στρατιωτῶν ἔφη μὴ δέχεσθαι τὴν τιμήν, ἕως ὀρθὸς ἕστηκεν ὁ χάραξ τῶν πολεμίων. οἱ δέ, καίπερ ὄμβρου πολλοῦ κατέχοντος, ὁρμήσαντες διεπόρθησαν τὸ στρατόπεδον.