Ancient Greek · ~2 min
Τίτου Κοιντίου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 4-2
Not analysed yet
Ἀντιόχου δὲ τοῦ βασιλέως μετὰ πολλῆς δυνάμεως ἥκοντος εἰς τὴν Ἑλλάδα καὶ πάντων ἐκπεπληγμένων τὰ πλήθη καὶ τοὺς ὁπλισμούς, λόγον εἶπε τοιοῦτον πρὸς τοὺς Ἀχαιούς· ἔφη γὰρ ἐν Χαλκίδι παρά τῳ ξένῳ δειπνῶν θαυμάζειν τό τῶν κρεῶν πλῆθος· εἰπεῖν δὲ τόν ξένον ὅτι ταῦτα πάντα χοίρειά ἐστιν ἡδύσμασι καὶ σκευασίαις διαφέροντα. μὴ τοίνυν μηδὲ ὑμεῖς, ἔφη, θαυμάζετε τήν βασιλικήν δύναμιν, λογχοφόρους καὶ καταφράκτους καὶ πεζεταίρους καὶ ἀμφιπποτοξότας ἀκούοντες· πάντες γάρ εἰσιν οὗτοι Σύροι ὁπλαρίοις ἀλλήλων διαφέροντες.