Ancient Greek · ~1 min
Τίτου Κοιντίου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 5-3
Not analysed yet
Φιλοποίμενι δὲ τῷ στρατηγῷ τῶν Ἀχαιῶν ἱππεῖς μὲν πολλοὺς καὶ ὁπλίτας ἔχοντι, χρημάτων δὲ οὐκ εὐποροῦντι, προσπαίζων ἔλεγεν ὅτι χεῖρας ἔχει Φιλοποίμην καὶ σκέλη, γαστέρα δὲ οὐκ ἔχει. καὶ γὰρ τῇ φύσει τοῦ σώματος ἦν καὶ ὁ Φιλοποίμην τοιοῦτος.